To view the original Internet Sacred Text Archive, visit archive.sacred-texts.com
Psalms: Psalms Chapter 75
The archive, offline Own the Wisdom of the Ages Every text in the library on a single USB drive. Read offline, cite freely, keep forever. No subscription required. Get the drive $127.00

Psalms: Psalms Chapter 75

Septuagint: Psalms Chapter 75

1 εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ Ασαφ ᾠδὴ πρὸς τὸν Ἀσσύριον

2 γνωστὸς ἐν τῇ Ιουδαίᾳ ὁ θεός ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ

3 καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων

4 ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα

5 φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων

6 ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν

7 ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς Ιακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους

8 σὺ φοβερὸς εἶ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου

9 ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν γῆ ἐφοβήθη καὶ ἡσύχασεν

10 ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς διάψαλμα

11 ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι

12 εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα

13 τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς

Support the archive. Read ad-free with unlimited highlights, bookmarks, and annotations. $5/mo Become a Member Join

Comments and social are coming soon

Reader conversations and shared activity will appear here.

671 of 1248 Book 54% ~1 min left