To view the original Internet Sacred Text Archive, visit archive.sacred-texts.com
Psalms: Psalms Chapter 58
The archive, offline Own the Wisdom of the Ages Every text in the library on a single USB drive. Read offline, cite freely, keep forever. No subscription required. Get the drive $127.00

Psalms: Psalms Chapter 58

Septuagint: Psalms Chapter 58

1 εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν

2 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου ὁ θεός καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ λύτρωσαί με

3 ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με

4 ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου ἐπέθεντο ἐπ᾽ ἐμὲ κραταιοί οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου κύριε

5 ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ

6 καὶ σύ κύριε ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν διάψαλμα

7 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν

8 ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν ὅτι τίς ἤκουσεν

9 καὶ σύ κύριε ἐκγελάσῃ αὐτούς ἐξουδενώσεις πάντα τὰ ἔθνη

10 τὸ κράτος μου πρὸς σὲ φυλάξω ὅτι ὁ θεὸς ἀντιλήμπτωρ μου εἶ

11 ὁ θεός μου τὸ ἔλεος αὐτοῦ προφθάσει με ὁ θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου

12 μὴ ἀποκτείνῃς αὐτούς μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς ὁ ὑπερασπιστής μου κύριε

13 ἁμαρτίαν στόματος αὐτῶν λόγον χειλέων αὐτῶν καὶ συλλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι

14 ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ ὑπάρξωσιν καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ιακωβ τῶν περάτων τῆς γῆς διάψαλμα

15 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν

16 αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν ἐὰν δὲ μὴ χορτασθῶσιν καὶ γογγύσουσιν

17 ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεώς μου

18 βοηθός μου σοὶ ψαλῶ ὅτι ὁ θεός ἀντιλήμπτωρ μου εἶ ὁ θεός μου τὸ ἔλεός μου

Support the archive. Read ad-free with unlimited highlights, bookmarks, and annotations. $5/mo Become a Member Join

Comments and social are coming soon

Reader conversations and shared activity will appear here.

654 of 1248 Book 52% ~2 min left