To view the original Internet Sacred Text Archive, visit archive.sacred-texts.com
Psalms: Psalms Chapter 135
The archive, offline Own the Wisdom of the Ages Every text in the library on a single USB drive. Read offline, cite freely, keep forever. No subscription required. Get the drive $127.00

Psalms: Psalms Chapter 135

Septuagint: Psalms Chapter 135

1 αλληλουια ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

2 ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

3 ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

4 τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

5 τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

6 τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

7 τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

8 τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

9 τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

10 τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

11 καὶ ἐξαγαγόντι τὸν Ισραηλ ἐκ μέσου αὐτῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

12 ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

13 τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

14 καὶ διαγαγόντι τὸν Ισραηλ διὰ μέσου αὐτῆς ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

15 καὶ ἐκτινάξαντι Φαραω καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

16 τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ τῷ ἐξαγαγόντι ὕδωρ ἐκ πέτρας ἀκροτόμου ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

17 τῷ πατάξαντι βασιλεῖς μεγάλους ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

18 καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

19 τὸν Σηων βασιλέα τῶν Αμορραίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

20 καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

21 καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

22 κληρονομίαν Ισραηλ δούλῳ αὐτοῦ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

23 ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

24 καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

25 ὁ διδοὺς τροφὴν πάσῃ σαρκί ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

26 ἐξομολογεῖσθε τῷ θεῷ τοῦ οὐρανοῦ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ

Support the archive. Read ad-free with unlimited highlights, bookmarks, and annotations. $5/mo Become a Member Join

Comments and social are coming soon

Reader conversations and shared activity will appear here.

731 of 1248 Book 58% ~2 min left