To view the original Internet Sacred Text Archive, visit archive.sacred-texts.com
Jeremiah: Jeremiah Chapter 29
The archive, offline Own the Wisdom of the Ages Every text in the library on a single USB drive. Read offline, cite freely, keep forever. No subscription required. Get the drive $127.00

Jeremiah: Jeremiah Chapter 29

Septuagint: Jeremiah Chapter 29

1 ἐπὶ τοὺς ἀλλοφύλους

2 τάδε λέγει κύριος ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ καὶ κεκράξονται οἱ ἄνθρωποι καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικοῦντες τὴν γῆν

3 ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπέστρεψαν πατέρες ἐφ᾽ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν

4 ἐν τῇ ἡμέρᾳ τῇ ἐρχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους καὶ ἀφανιῶ τὴν Τύρον καὶ τὴν Σιδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν ὅτι ἐξολεθρεύσει κύριος τοὺς καταλοίπους τῶν νήσων

5 ἥκει φαλάκρωμα ἐπὶ Γάζαν ἀπερρίφη Ἀσκαλὼν καὶ οἱ κατάλοιποι Ενακιμ ἕως τίνος κόψεις

6 ἡ μάχαιρα τοῦ κυρίου ἕως τίνος οὐχ ἡσυχάσεις ἀποκατάστηθι εἰς τὸν κολεόν σου ἀνάπαυσαι καὶ ἐπάρθητι

7 πῶς ἡσυχάσει καὶ κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκαλῶνα καὶ ἐπὶ τὰς παραθαλασσίους ἐπὶ τὰς καταλοίπους ἐπεγερθῆναι

Support the archive. Read ad-free with unlimited highlights, bookmarks, and annotations. $5/mo Become a Member Join

Comments and social are coming soon

Reader conversations and shared activity will appear here.

1127 of 1248 Book 90% ~1 min left