Sacred Texts  Classics  Homer  Index  English  Previous  Next 

The Odyssey, Book 4

οἱ δ' ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,

πρὸς δ' ἄρα δώματ' ἔλων Μενελάου κυδαλίμοιο.

τὸν δ' εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν

υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.

τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν: 5

ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε

δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.

τὴν ἄρ' ὅ γ' ἔνθ' ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι

Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.

υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην, 10

ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης

ἐκ δούλης: Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτ' ἔφαινον,

ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ' ἐρατεινήν,

Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.

ὣς οἱ μὲν δαίνυντο καθ' ὑψερεφὲς μέγα δῶμα 15

γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,

τερπόμενοι: μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς

φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτούς,

μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.

 

τὼ δ' αὖτ' ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω, 20

Τηλέμαχός θ' ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,

στῆσαν: ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,

ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,

βῆ δ' ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,

ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα: 25

 

"ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,

ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.

ἀλλ' εἴπ', ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,

ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ."

 

τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαος: 30

"οὐ μὲν νήπιος ἦσθα, Βοηθοί̈δη Ἐτεωνεῦ,

τὸ πρίν: ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.

ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε

ἄλλων ἀνθρώπων δεῦρ' ἱκόμεθ', αἴ κέ ποθι Ζεὺς

ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύ' ἵππους 35

ξείνων, ἐς δ' αὐτοὺς προτέρω ἄγε θοινηθῆναι."

 

ὣς φάθ', ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ' ἄλλους

ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.

οἱ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,

καὶ τοὺς μὲν κατέδησαν ἐφ' ἱππείῃσι κάπῃσι, 40

πὰρ δ' ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,

ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,

αὐτοὺς δ' εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες

θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος:

ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης 45

δῶμα καθ' ὑψερεφὲς Μενελάου κυδαλίμοιο.

αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,

ἔς ῥ' ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.

τοὺς δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,

ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, 50

ἔς ῥα θρόνους ἕζοντο παρ' Ἀτρεί̈δην Μενέλαον.

χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,

νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα, 55

εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων.

δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας

παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.

τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος:

 

"σίτου θ' ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα 60

δείπνου πασσαμένω εἰρησόμεθ', οἵ τινές ἐστον

ἀνδρῶν: οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,

ἀλλ' ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων

σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν."

 

ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν 65

ὄπτ' ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.

οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι: 70

 

"φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,

χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα

χρυσοῦ τ' ἠλέκτρου τε καὶ ἀργύρου ἠδ' ἐλέφαντος.

Ζηνός που τοιήδε γ' Ὀλυμπίου ἔνδοθεν αὐλή,

ὅσσα τάδ' ἄσπετα πολλά: σέβας μ' ἔχει εἰσορόωντα." 75

 

τοῦ δ' ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,

καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:

 

"τέκνα φίλ', ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι:

ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ' ἔασιν:

ἀνδρῶν δ' ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί, 80

κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς

ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,

Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,

Αἰθίοπάς θ' ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς

καὶ Λιβύην, ἵνα τ' ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. 85

τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.

ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν

τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,

ἀλλ' αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.

ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων 90

ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν

λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο:

ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.

καὶ πατέρων τάδε μέλλετ' ἀκουέμεν, οἵ τινες ὑμῖν

εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον 95

εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.

ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν

ναίειν, οἱ δ' ἄνδρες σόοι ἔμμεναι, οἳ τότ' ὄλοντο

Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.

ἀλλ' ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων 100

πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν

ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δ' αὖτε

παύομαι: αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.

τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,

ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν 105

μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ' ἐμόγησεν,

ὅσσ' Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δ' ἄρ' ἔμελλεν

αὐτῷ κήδε' ἔσεσθαι, ἐμοὶ δ' ἄχος αἰὲν ἄλαστον

κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,

ζώει ὅ γ' ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν 110

Λαέρτης θ' ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια

Τηλέμαχός θ', ὃν ἔλειπε νέον γεγαῶτ' ἐνὶ οἴκῳ."

 

ὣς φάτο, τῷ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὦρσε γόοιο.

δάκρυ δ' ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,

χλαῖναν πορφυρέην ἄντ' ὀφθαλμοῖιν ἀνασχὼν 115

ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,

μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,

ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι

ἦ πρῶτ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.

 

ἧος ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 120

ἐκ δ' Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο

ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.

τῇ δ' ἄρ' ἅμ' Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,

Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,

Φυλὼ δ' ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν 125

Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι' ἐνὶ Θήβῃς

Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται:

ὃς Μενελάῳ δῶκε δύ' ἀργυρέας ἀσαμίνθους,

δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.

χωρὶς δ' αὖθ' Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα: 130

χρυσέην τ' ἠλακάτην τάλαρόν θ' ὑπόκυκλον ὄπασσεν

ἀργύρεον, χρυσῷ δ' ἐπὶ χείλεα κεκράαντο.

τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα

νήματος ἀσκητοῖο βεβυσμένον: αὐτὰρ ἐπ' αὐτῷ

ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. 135

ἕζετο δ' ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.

αὐτίκα δ' ἥ γ' ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα:

 

"ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε

ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;

ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. 140

οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι

οὔτ' ἄνδρ' οὔτε γυναῖκα, σέβας μ' ἔχει εἰσορόωσαν,

ὡς ὅδ' Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,

Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτ' ἐνὶ οἴκῳ

κεῖνος ἀνήρ, ὅτ' ἐμεῖο κυνώπιδος εἵνεκ' Ἀχαιοὶ 145

ἤλθεθ' ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες."

τὴν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:

"οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις:

κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες

ὀφθαλμῶν τε βολαὶ κεφαλή τ' ἐφύπερθέ τε χαῖται. 150

καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφ' Ὀδυσῆι

μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν

ἀμφ' ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπ' ὀφρύσι δάκρυον εἶβε,

χλαῖναν πορφυρέην ἄντ' ὀφθαλμοῖιν ἀνασχών."

 

τὸν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα: 155

"Ἀτρεί̈δη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

κείνου μέν τοι ὅδ' υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις:

ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ' ἐνὶ θυμῷ

ὧδ' ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν

ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ' αὐδῇ. 160

αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ

τῷ ἅμα πομπὸν ἕπεσθαι: ἐέλδετο γάρ σε ἰδέσθαι,

ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.

πολλὰ γὰρ ἄλγε' ἔχει πατρὸς πάϊς οἰχομένοιο

ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν, 165

ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι

εἴσ' οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα."

 

τὸν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:

"ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ

ἵκεθ', ὃς εἵνεκ' ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους: 170

καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων

Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε

νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.

καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ' ἔτευξα,

ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ 175

καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,

αἳ περιναιετάουσιν, ἀνάσσονται δ' ἐμοὶ αὐτῷ.

καί κε θάμ' ἐνθάδ' ἐόντες ἐμισγόμεθ': οὐδέ κεν ἡμέας

ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,

πρίν γ' ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν. 180

ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,

ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν."

ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο.

κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,

κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεί̈δης Μενέλαος, 185

οὐδ' ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε:

μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,

τόν ῥ' Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός:

τοῦ ὅ γ' ἐπιμνησθεὶς ἔπεα πτερόεντ' ἀγόρευεν:

 

"Ἀτρεί̈δη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι 190

Νέστωρ φάσχ' ὁ γέρων, ὅτ' ἐπιμνησαίμεθα σεῖο

οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.

καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι: οὐ γὰρ ἐγώ γε

τέρπομ' ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς

ἔσσεται ἠριγένεια: νεμεσσῶμαί γε μὲν οὐδὲν 195

κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.

τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,

κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν.

καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος

Ἀργείων: μέλλεις δὲ σὺ ἴδμεναι: οὐ γὰρ ἐγώ γε 200

ἤντησ' οὐδὲ ἴδον: περὶ δ' ἄλλων φασὶ γενέσθαι

Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν."

 

τὸν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:

"ὦ φίλ', ἐπεὶ τόσα εἶπες, ὅσ' ἂν πεπνυμένος ἀνὴρ

εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη: 205

τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,

ῥεῖα δ' ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων

ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,

ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα

αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, 210

υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.

ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,

δόρπου δ' ἐξαῦτις μνησώμεθα, χερσὶ δ' ἐφ' ὕδωρ

χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται

Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν." 215

 

ὣς ἔφατ', Ἀσφαλίων δ' ἄρ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,

ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.

οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

 

ἔνθ' αὖτ' ἄλλ' ἐνόησ' Ἑλένη Διὸς ἐκγεγαυῖα:

αὐτίκ' ἄρ' εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον, 220

νηπενθές τ' ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.

ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,

οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,

οὐδ' εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,

οὐδ' εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν 225

χαλκῷ δηιόῳεν, ὁ δ' ὀφθαλμοῖσιν ὁρῷτο.

τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,

ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις

Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα

φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά: 230

ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων

ἀνθρώπων: ἦ γὰρ Παιήονός εἰσι γενέθλης.

αὐτὰρ ἐπεί ῥ' ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,

ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν:

 

"Ἀτρεί̈δη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε 235

ἀνδρῶν ἐσθλῶν παῖδες: ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ

Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ: δύναται γὰρ ἅπαντα:

ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι

καὶ μύθοις τέρπεσθε: ἐοικότα γὰρ καταλέξω.

πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω, 240

ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι:

ἀλλ' οἷον τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ

δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί.

αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,

σπεῖρα κάκ' ἀμφ' ὤμοισι βαλών, οἰκῆι ἐοικώς, 245

ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν:

ἄλλῳ δ' αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,

δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.

τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ' ἀβάκησαν

πάντες: ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα, 250

καί μιν ἀνηρώτων: ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.

ἀλλ' ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,

ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον

μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ' ἀναφῆναι,

πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ' ἀφικέσθαι, 255

καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.

πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ

ἦλθε μετ' Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.

ἔνθ' ἄλλαι Τρῳαὶ λίγ' ἐκώκυον: αὐτὰρ ἐμὸν κῆρ

χαῖρ', ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι 260

ἂψ οἶκόνδ', ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη

δῶχ', ὅτε μ' ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,

παῖδά τ' ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε

οὔ τευ δευόμενον, οὔτ' ἂρ φρένας οὔτε τι εἶδος."

 

 

τὴν δ' ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος: 265

"ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.

ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε

ἀνδρῶν ἡρώων, πολλὴν δ' ἐπελήλυθα γαῖαν:

ἀλλ' οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,

οἷν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ. 270

οἷον καὶ τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ

ἵππῳ ἔνι ξεστῷ, ἵν' ἐνήμεθα πάντες ἄριστοι

Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.

ἦλθες ἔπειτα σὺ κεῖσε: κελευσέμεναι δέ σ' ἔμελλε

δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι: 275

καί τοι Δηί̈φοβος θεοείκελος ἕσπετ' ἰούσῃ.

τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,

ἐκ δ' ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,

πάντων Ἀργείων φωνὴν ἴσκουσ' ἀλόχοισιν.

αὐτὰρ ἐγὼ καὶ Τυδεί̈δης καὶ δῖος Ὀδυσσεὺς 280

ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.

νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε

ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψ' ὑπακοῦσαι:

ἀλλ' Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.

ἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν, 285

Ἄντικλος δὲ σέ γ' οἶος ἀμείψασθαι ἐπέεσσιν

ἤθελεν. ἀλλ' Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν

νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς:

τόφρα δ' ἔχ', ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη."

 

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: 290

"Ἀτρεί̈δη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

ἄλγιον: οὐ γάρ οἵ τι τάδ' ἤρκεσε λυγρὸν ὄλεθρον,

οὐδ' εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.

ἀλλ' ἄγετ' εἰς εὐνὴν τράπεθ' ἡμέας, ὄφρα καὶ ἤδη

ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες." 295

 

ὣς ἔφατ', Ἀργείη δ' Ἑλένη δμῳῇσι κέλευσεν

δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ

πορφύρε' ἐμβαλέειν στορέσαι τ' ἐφύπερθε τάπητας,

χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.

αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, 300

δέμνια δὲ στόρεσαν: ἐκ δὲ ξείνους ἄγε κῆρυξ.

οἱ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,

Τηλέμαχός θ' ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός:

Ἀτρεί̈δης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,

πὰρ δ' Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν. 305

 

ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

ὤρνυτ' ἄρ' ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος

εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ' ὤμῳ,

ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

βῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, 310

Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

 

"τίπτε δέ σε χρειὼ δεῦρ' ἤγαγε, Τηλέμαχ' ἥρως,

ἐς Λακεδαίμονα δῖαν, ἐπ' εὐρέα νῶτα θαλάσσης;

δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες."

 

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: 315

"Ἀτρεί̈δη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.

ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,

δυσμενέων δ' ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ

μῆλ' ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς, 320

μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.

τοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλῃσθα

κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας

ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας

πλαζομένου: περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. 325

μηδέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,

ἀλλ' εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.

λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς

ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε

δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί, 330

τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες."

 

τὸν δὲ μέγ' ὀχθήσας προσέθη ξανθὸς Μενέλαος:

"ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ

ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.

ὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος 335

νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς

κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα

βοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,

ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,

ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. 340

αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

τοῖος ἐών, οἷός ποτ' ἐυκτιμένῃ ἐνὶ Λέσβῳ

ἐξ ἔριδος Φιλομηλεί̈δῃ ἐπάλαισεν ἀναστάς,

κὰδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,

τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς: 345

πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.

ταῦτα δ' ἅ μ' εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε

ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδ' ἀπατήσω,

ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,

τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω. 350

 

"Αἰγύπτῳ μ' ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι

ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.

οἱ δ' αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.

νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ

Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι, 355

τόσσον ἄνευθ' ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς

ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν:

ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τ' ἀπὸ νῆας ἐίσας

ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.

ἔνθα μ' ἐείκοσιν ἤματ' ἔχον θεοί, οὐδέ ποτ' οὖροι 360

πνείοντες φαίνονθ' ἁλιαέες, οἵ ῥά τε νηῶν

πομπῆες γίγνονται ἐπ' εὐρέα νῶτα θαλάσσης.

καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένε' ἀνδρῶν,

εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ' ἐσάωσε,

Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος, 365

Εἰδοθέη: τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.

ἥ μ' οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων:

αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον

γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.

ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε: 370

 

"'νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,

ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;

ὡς δὴ δήθ' ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ

εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.'"

 

"ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον: 375

'ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,

ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω

ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.

ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,

ὅς τίς μ' ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, 380

νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.'

 

"ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων:

'τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.

πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς

ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης 385

πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς:

τὸν δέ τ' ἐμόν φασιν πατέρ' ἔμμεναι ἠδὲ τεκέσθαι.

τόν γ' εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,

ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου

νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. 390

καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κ' ἐθέλῃσθα,

ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται

οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.'

 

"ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:

'αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος, 395

μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται:

ἀργαλέος γάρ τ' ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.'

"ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων:

'τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.

ἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ, 400

τῆμος ἄρ' ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς

πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,

ἐκ δ' ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν:

ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης

ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι, 405

πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.

ἔνθα σ' ἐγὼν ἀγαγοῦσα ἅμ' ἠοῖ φαινομένηφιν

εὐνάσω ἑξείης: σὺ δ' ἐὺ κρίνασθαι ἑταίρους

τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.

πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος. 410

φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν:

αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,

λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.

τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,

καὶ τότ' ἔπειθ' ὑμῖν μελέτω κάρτος τε βίη τε, 415

αὖθι δ' ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.

πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσ' ἐπὶ γαῖαν

ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ:

ὑμεῖς δ' ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.

ἀλλ' ὅτε κεν δή σ' αὐτὸς ἀνείρηται ἐπέεσσι, 420

τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,

καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,

ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,

νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.'

"ὣς εἰποῦσ' ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. 425

αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ' ἕστασαν ἐν ψαμάθοισιν,

ἤια: πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.

αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,

δόρπον θ' ὁπλισάμεσθ', ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ:

δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. 430

ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο

ἤια πολλὰ θεοὺς γουνούμενος: αὐτὰρ ἑταίρους

τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ' ἰθύν.

 

"τόφρα δ' ἄρ' ἥ γ' ὑποδῦσα θαλάσσης εὐρέα κόλπον 435

τέσσαρα φωκάων ἐκ πόντου δέρματ' ἔνεικε:

πάντα δ' ἔσαν νεόδαρτα: δόλον δ' ἐπεμήδετο πατρί.

εὐνὰς δ' ἐν ψαμάθοισι διαγλάψασ' ἁλίῃσιν

ἧστο μένουσ': ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς:

ἑξείης δ' εὔνησε, βάλεν δ' ἐπὶ δέρμα ἑκάστῳ. 440

ἔνθα κεν αἰνότατος λόχος ἔπλετο: τεῖρε γὰρ αἰνῶς

φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή:

τίς γάρ κ' εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;

ἀλλ' αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ' ὄνειαρ:

ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα 445

ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.

πᾶσαν δ' ἠοίην μένομεν τετληότι θυμῷ:

φῶκαι δ' ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα

ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης:

ἔνδιος δ' ὁ γέρων ἦλθ' ἐξ ἁλός, εὗρε δὲ φώκας 450

ζατρεφέας, πάσας δ' ἄρ' ἐπῴχετο, λέκτο δ' ἀριθμόν:

ἐν δ' ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ

ὠί̈σθη δόλον εἶναι: ἔπειτα δὲ λέκτο καὶ αὐτός.

ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ', ἀμφὶ δὲ χεῖρας

βάλλομεν: οὐδ' ὁ γέρων δολίης ἐπελήθετο τέχνης, 455

ἀλλ' ἦ τοι πρώτιστα λέων γένετ' ἠυγένειος,

αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς:

γίγνετο δ' ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον:

ἡμεῖς δ' ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.

ἀλλ' ὅτε δή ῥ' ἀνίαζ' ὁ γέρων ὀλοφώια εἰδώς, 460

καὶ τότε δή μ' ἐπέεσσιν ἀνειρόμενος προσέειπε:

 

"'τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,

ὄφρα μ' ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;'

 

"ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:

'οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις; 465

ὡς δὴ δήθ' ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ

εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.

ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,

ὅς τίς μ' ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,

νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.' 470

 

"ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν:

'ἀλλὰ μάλ' ὤφελλες Διί τ' ἄλλοισίν τε θεοῖσι

ῥέξας ἱερὰ κάλ' ἀναβαινέμεν, ὄφρα τάχιστα

σὴν ἐς πατρίδ' ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.

οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι 475

οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,

πρίν γ' ὅτ' ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,

αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θ' ἱερὰς ἑκατόμβας

ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι:

καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.' 480

"ὣς ἔφατ', αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,

οὕνεκά μ' αὖτις ἄνωγεν ἐπ' ἠεροειδέα πόντον

Αἴγυπτόνδ' ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.

ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον:

 

"'ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις. 485

ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,

οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,

ἦέ τις ὤλετ' ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς

ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν'. 490

 

"ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν:

Ἀτρεί̈δη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ

ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον: οὐδέ σέ φημι

δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.

πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο: 495

ἀρχοὶ δ' αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων

ἐν νόστῳ ἀπόλοντο: μάχῃ δέ τε καὶ σὺ παρῆσθα.

εἷς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.

 

"Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.

Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν 500

πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης:

καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,

εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ' ἀάσθη:

φῆ ῥ' ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.

τοῦ δὲ Ποσειδάων μεγάλ' ἔκλυεν αὐδήσαντος: 505

αὐτίκ' ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν

ἤλασε Γυραίην πέτρην, ἀπὸ δ' ἔσχισεν αὐτήν:

καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,

τῷ ῥ' Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ' ἀάσθη:

τὸν δ' ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα. 510

ὣς ὁ μὲν ἔνθ' ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.

 

"'σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ' ὑπάλυξεν

ἐν νηυσὶ γλαφυρῇσι: σάωσε δὲ πότνια Ἥρη.

ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε Μαλειάων ὄρος αἰπὺ

ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα 515

πόντον ἐπ' ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,

ἀγροῦ ἐπ' ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης

τὸ πρίν, ἀτὰρ τότ' ἔναιε Θυεστιάδης Αἴγισθος.

ἀλλ' ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,

ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ' ἵκοντο, 520

ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης

καὶ κύνει ἁπτόμενος ἣν πατρίδα: πολλὰ δ' ἀπ' αὐτοῦ

δάκρυα θερμὰ χέοντ', ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.

τὸν δ' ἄρ' ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν

Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δ' ἔσχετο μισθὸν 525

χρυσοῦ δοιὰ τάλαντα: φύλασσε δ' ὅ γ' εἰς ἐνιαυτόν,

μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.

βῆ δ' ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.

αὐτίκα δ' Αἴγισθος δολίην ἐφράσσατο τέχνην:

κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους 530

εἷσε λόχον, ἑτέρωθι δ' ἀνώγει δαῖτα πένεσθαι.

αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν

ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.

τὸν δ' οὐκ εἰδότ' ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν

δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. 535

οὐδέ τις Ἀτρεί̈δεω ἑτάρων λίπεθ' οἵ οἱ ἕποντο,

οὐδέ τις Αἰγίσθου, ἀλλ' ἔκταθεν ἐν μεγάροισιν'.

 

"ὣς ἔφατ', αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,

κλαῖον δ' ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ

ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. 540

αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,

δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής:

 

"'μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω

κλαῖ', ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν: ἀλλὰ τάχιστα

πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι. 545

ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης

κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.'

 

"ὣς ἔφατ', αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ

αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων: 550

 

"'τούτους μὲν δὴ οἶδα: σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε,

ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ

ἠὲ θανών: ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι'.

"ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπεν:

'υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων: 555

τὸν δ' ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,

νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ

ἴσχει: ὁ δ' οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι:

οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,

οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης. 560

σοι δ' οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,

Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,

ἀλλά σ' ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης

ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,

τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν: 565

οὐ νιφετός, οὔτ' ἂρ χειμὼν πολὺς οὔτε ποτ' ὄμβρος,

ἀλλ' αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας

Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους:

οὕνεκ' ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι'.

"ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. 570

αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ' ἀντιθέοις ἑτάροισιν

ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.

αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,

δόρπον θ' ὁπλισάμεσθ', ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ,

δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. 575

ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,

ἐν δ' ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,

ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον:

ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. 580

ἂψ δ' εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο

στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.

αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,

χεῦ' Ἀγαμέμνονι τύμβον, ἵν' ἄσβεστον κλέος εἴη.

ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον 585

ἀθάνατοι, τοί μ' ὦκα φίλην ἐς πατρίδ' ἔπεμψαν.

ἀλλ' ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,

ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται:

καὶ τότε σ' εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,

τρεῖς ἵππους καὶ δίφρον ἐύξοον: αὐτὰρ ἔπειτα 590

δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν

ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα."

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

"Ἀτρεί̈δη, μὴ δή με πολὺν χρόνον ἐνθάδ' ἔρυκε.

καὶ γάρ κ' εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ' ἀνεχοίμην 595

ἥμενος, οὐδέ κέ μ' οἴκου ἕλοι πόθος οὐδὲ τοκήων:

αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων

τέρπομαι. ἀλλ' ἤδη μοι ἀνιάζουσιν ἑταῖροι

ἐν Πύλῳ ἠγαθέῃ: σὺ δέ με χρόνον ἐνθάδ' ἐρύκεις.

δῶρον δ' ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω: 600

ἵππους δ' εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ

ἐνθάδε λείψω ἄγαλμα: σὺ γὰρ πεδίοιο ἀνάσσεις

εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον

πυροί τε ζειαί τε ἰδ' εὐρυφυὲς κρῖ λευκόν.

ἐν δ' Ἰθάκῃ οὔτ' ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών: 605

αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.

οὐ γάρ τις νήσων ἱππήλατος οὐδ' ἐυλείμων,

αἵ θ' ἁλὶ κεκλίαται: Ἰθάκη δέ τε καὶ περὶ πασέων."

 

ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,

χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν: 610

 

"αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷ' ἀγορεύεις:

τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω: δύναμαι γάρ.

δώρων δ' ὅσσ' ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,

δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν:

δώσω τοι κρητῆρα τετυγμένον: ἀργύρεος δὲ 615

ἔστιν ἅπας, χρυσῷ δ' χείλεα κεκράανται,

ἔργον δ' Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,

Σιδονίων βασιλεύς, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψε

κεῖσέ με νοστήσαντα: τεὶ̈ν δ' ἐθέλω τόδ' ὀπάσσαι."

 

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 620

δαιτυμόνες δ' ἐς δώματ' ἴσαν θείου βασιλῆος.

οἱ δ' ἦγον μὲν μῆλα, φέρον δ' ἐυήνορα οἶνον:

σῖτον δέ σφ' ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.

ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.

μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο 625

δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες

ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.

Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,

ἀρχοὶ μνηστήρων, ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.

τοῖς δ' υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν 630

Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν:

 

"Ἀντίνο', ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,

ὁππότε Τηλέμαχος νεῖτ' ἐκ Πύλου ἠμαθόεντος;

νῆά μοι οἴχετ' ἄγων: ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς

Ἤλιδ' ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι 635

δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοὶ

ἀδμῆτες: τῶν κέν τιν' ἐλασσάμενος δαμασαίμην."

 

ὣς ἔφαθ', οἱ δ' ἀνὰ θυμὸν ἐθάμβεον: οὐ γὰρ ἔφαντο

ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ

ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτη. 640

 

τὸν δ' αὖτ' Ἀντίνοος προσέφη Εὐπείθεος υἱός:

"νημερτές μοι ἔνισπε, πότ' ᾤχετο καὶ τίνες αὐτῷ

κοῦροι ἕποντ'; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ

θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.

καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ εἰδῶ, 645

ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,

ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ."

 

τὸν δ' υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα:

"αὐτὸς ἑκών οἱ δῶκα: τί κεν ῥέξειε καὶ ἄλλος,

ὁππότ' ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ 650

αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.

κοῦροι δ', οἳ κατὰ δῆμον ἀριστεύουσι μεθ' ἡμέας,

οἵ οἱ ἕποντ': ἐν δ' ἀρχὸν ἐγὼ βαίνοντ' ἐνόησα

Μέντορα, ἠὲ θεόν, τῷ δ' αὐτῷ πάντα ἐῴκει.

ἀλλὰ τὸ θαυμάζω: ἴδον ἐνθάδε Μέντορα δῖον 655

χθιζὸν ὑπηοῖον, τότε δ' ἔμβη νηὶ Πύλονδε."

 

ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,

τοῖσιν δ' ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.

μνηστῆρας δ' ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.

τοῖσιν δ' Ἀντίνοος μετέφη Εὐπείθεος υἱός, 660

ἀχνύμενος: μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι

πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην:

 

"ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη

Τηλεμάχῳ ὁδὸς ἥδε: φάμεν δέ οἱ οὐ τελέεσθαι.

ἐκ τοσσῶνδ' ἀέκητι νέος πάϊς οἴχεται αὔτως 665

νῆα ἐρυσσάμενος, κρίνας τ' ἀνὰ δῆμον ἀρίστους.

ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι: ἀλλά οἱ αὐτῷ

Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.

ἀλλ' ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ' ἑταίρους,

ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω 670

ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,

ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός."

 

"ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον.

αὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.

 

οὐδ' ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος 675

μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον:

κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς

αὐλῆς ἐκτὸς ἐών: οἱ δ' ἔνδοθι μῆτιν ὕφαινον.

βῆ δ' ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ:

τὸν δὲ κατ' οὐδοῦ βάντα προσηύδα Πηνελόπεια: 680

 

"κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;

ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο

ἔργων παύσασθαι, σφίσι δ' αὐτοῖς δαῖτα πένεσθαι;

μὴ μνηστεύσαντες μηδ' ἄλλοθ' ὁμιλήσαντες

ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν: 685

οἳ θάμ' ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,

κτῆσιν Τηλεμάχοιο δαί̈φρονος: οὐδέ τι πατρῶν

ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,

οἷος Ὀδυσσεὺς ἔσκε μεθ' ὑμετέροισι τοκεῦσιν,

οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν 690

ἐν δήμῳ, ἥ τ' ἐστὶ δίκη θείων βασιλήων:

ἄλλον κ' ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.

κεῖνος δ' οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.

ἀλλ' ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα

φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθ' ἐυεργέων." 695

 

τὴν δ' αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς:

"αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.

ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο

μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων:

Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ 700

οἴκαδε νισόμενον: ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν

ἐς Πύλον ἠγαθέην ἠδ' ἐς Λακεδαίμονα δῖαν."

 

ὣς φάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,

δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε: τὼ δέ οἱ ὄσσε

δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. 705

ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε:

 

"κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ

νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ' ἁλὸς ἵπποι

ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφ' ὑγρήν.

ἦ ἵνα μηδ' ὄνομ' αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;" 710

 

τὴν δ' ἠμείβετ' ἔπειτα Μέδων πεπνυμένα εἰδώς:

"οὐκ οἶδ' ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ

θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται

πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν."

 

 

ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ' Ὀδυσῆος. 715

τὴν δ' ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδ' ἄρ' ἔτ' ἔτλη

δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,

ἀλλ' ἄρ' ἐπ' οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο

οἴκτρ' ὀλοφυρομένη: περὶ δὲ δμῳαὶ μινύριζον

πᾶσαι, ὅσαι κατὰ δώματ' ἔσαν νέαι ἠδὲ παλαιαί. 720

τῇς δ' ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια:

 

"κλῦτε, φίλαι: πέρι γάρ μοι Ὀλύμπιος ἄλγε' ἔδωκεν

ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ' ἐγένοντο:

ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,

παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, 725

ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος.

νῦν αὖ παῖδ' ἀγαπητὸν ἀνηρείψαντο θύελλαι

ἀκλέα ἐκ μεγάρων, οὐδ' ὁρμηθέντος ἄκουσα.

σχέτλιαι, οὐδ' ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη

ἐκ λεχέων μ' ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ, 730

ὁππότ' ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.

εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,

τῷ κε μάλ' ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,

ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.

ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα, 735

δμῶ' ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,

καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα

Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,

εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας

ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν 740

ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο."

 

τὴν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:

"νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ

ἢ ἔα ἐν μεγάρῳ: μῦθον δέ τοι οὐκ ἐπικεύσω.

ᾔδε' ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσ' ἐκέλευε, 745

σῖτον καὶ μέθυ ἡδύ: ἐμεῦ δ' ἕλετο μέγαν ὅρκον

μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι

ἢ σ' αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,

ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.

ἀλλ' ὑδρηναμένη, καθαρὰ χροὶ̈ εἵμαθ' ἑλοῦσα, 750

εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν

εὔχε' Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο:

ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.

μηδὲ γέροντα κάκου κεκακωμένον: οὐ γὰρ ὀίω

πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο 755

ἔχθεσθ', ἀλλ' ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι

δώματά θ' ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς."

ὣς φάτο, τῆς δ' εὔνησε γόον, σχέθε δ' ὄσσε γόοιο.

ἡ δ' ὑδρηναμένη, καθαρὰ χροὶ̈ εἵμαθ' ἑλοῦσα

εἰς ὑπερῷ' ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν, 760

ἐν δ' ἔθετ' οὐλοχύτας κανέῳ, ἠρᾶτο δ' Ἀθήνῃ:

 

"κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,

εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς

ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρί' ἔκηε,

τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον, 765

μνηστῆρας δ' ἀπάλαλκε κακῶς ὑπερηνορέοντας."

 

ὣς εἰποῦσ' ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.

μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα:

ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:

 

"ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια 770

ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται."

 

"ὣς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο.

τοῖσιν δ' Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε:

 

"δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε

πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω. 775

ἀλλ' ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν

μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν."

 

ὣς εἰπὼν ἐκρίνατ' ἐείκοσι φῶτας ἀρίστους,

βὰν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν, 780

ἐν δ' ἱστόν τ' ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,

ἠρτύναντο δ' ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,

πάντα κατὰ μοῖραν, ἀνά θ' ἱστία λευκὰ πέτασσαν:

τεύχεα δέ σφ' ἤνεικαν ὑπέρθυμοι θεράποντες.

ὑψοῦ δ' ἐν νοτίῳ τήν γ' ὥρμισαν, ἐκ δ' ἔβαν αὐτοί: 785

ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν.

 

ἡ δ' ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια

κεῖτ' ἄρ' ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,

ὁρμαίνουσ' ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,

ἦ ὅ γ' ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη. 790

ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ

δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,

τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος:

εὗδε δ' ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.

 

ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη: 795

εἴδωλον ποίησε, δέμας δ' ἤικτο γυναικί,

Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,

τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.

πέμπε δέ μιν πρὸς δώματ' Ὀδυσσῆος θείοιο,

ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν 800

παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.

ἐς θάλαμον δ' εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,

στῆ δ' ἄρ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν:

 

"εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;

οὐ μέν σ' οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες 805

κλαίειν οὐδ' ἀκάχησθαι, ἐπεί ῥ' ἔτι νόστιμός ἐστι

σὸς παῖς: οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι."

 

τὴν δ' ἠμείβετ' ἔπειτα περίφρων Πηνελόπεια,

ἡδὺ μάλα κνώσσουσ' ἐν ὀνειρείῃσι πύλῃσιν:

 

"τίπτε, κασιγνήτη, δεῦρ' ἤλυθες; οὔ τι πάρος γε 810

πωλέ', ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις:

καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ' ὀδυνάων

πολλέων, αἵ μ' ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,

ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,

παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, 815

ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος:

νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,

νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτ' ἀγοράων.

τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου:

τοῦ δ' ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν, 820

ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵν' οἴχεται, ἢ ἐνὶ πόντῳ:

δυσμενέες γὰρ πολλοὶ ἐπ' αὐτῷ μηχανόωνται,

ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι."

 

τὴν δ' ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:

"θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην: 825

τοίη γάρ οἱ πομπὸς ἅμ' ἔρχεται, ἥν τε καὶ ἄλλοι

ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,

Παλλὰς Ἀθηναίη: σὲ δ' ὀδυρομένην ἐλεαίρει:

ἣ νῦν με προέηκε τεὶ̈ν τάδε μυθήσασθαι."

 

τὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια: 830

"εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,

εἰ δ' ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,

ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,

ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι."

 

τὴν δ' ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν: 835

"οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,

ζώει ὅ γ' ἦ τέθνηκε: κακὸν δ' ἀνεμώλια βάζειν."

 

ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη

ἐς πνοιὰς ἀνέμων. ἡ δ' ἐξ ὕπνου ἀνόρουσε

κούρη Ἰκαρίοιο: φίλον δέ οἱ ἦτορ ἰάνθη, 840

ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.

 

μνηστῆρες δ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα

Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.

ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,

μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, 845

Ἀστερίς, οὐ μεγάλη: λιμένες δ' ἔνι ναύλοχοι αὐτῇ

ἀμφίδυμοι: τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.


Next: Book 5