Sacred Texts  Classics  Homer  Index  English  Previous  Next 

The Odyssey, Book 3

Ἠέλιος δ' ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,

οὐρανὸν ἐς πολύχαλκον, ἵν' ἀθανάτοισι φαείνοι

καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν:

οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,

ἷξον: τοὶ δ' ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, 5

ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.

ἐννέα δ' ἕδραι ἔσαν, πεντακόσιοι δ' ἐν ἑκάστῃ

ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.

εὖθ' οἱ σπλάγχνα πάσαντο, θεῷ δ' ἐπὶ μηρί' ἔκαιον,

οἱ δ' ἰθὺς κατάγοντο ἰδ' ἱστία νηὸς ἐίσης 10

στεῖλαν ἀείραντες, τὴν δ' ὥρμισαν, ἐκ δ' ἔβαν αὐτοί:

ἐκ δ' ἄρα Τηλέμαχος νηὸς βαῖν', ἦρχε δ' Ἀθήνη.

τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:

 

"Τηλέμαχ', οὐ μέν σε χρὴ ἔτ' αἰδοῦς, οὐδ' ἠβαιόν:

τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι 15

πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.

ἀλλ' ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο:

εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.

λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ:

ψεῦδος δ' οὐκ ἐρέει: μάλα γὰρ πεπνυμένος ἐστί." 20

 

τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

"Μέντορ, πῶς τ' ἄρ' ἴω; πῶς τ' ἂρ προσπτύξομαι αὐτόν;

οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν:

αἰδὼς δ' αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι."

 

τὸν δ' αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη: 25

"Τηλέμαχ', ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,

ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται: οὐ γὰρ ὀίω

οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε."

 

ὣς ἄρα φωνήσασ' ἡγήσατο Παλλὰς Ἀθήνη

καρπαλίμως: ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο. 30

ἷξον δ' ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,

ἔνθ' ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δ' ἑταῖροι

δαῖτ' ἐντυνόμενοι κρέα τ' ὤπτων ἄλλα τ' ἔπειρον.

οἱ δ' ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,

χερσίν τ' ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον. 35

πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν

ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ

κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν

πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ:

δῶκε δ' ἄρα σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευεν 40

χρυσείῳ δέπαϊ: δειδισκόμενος δὲ προσηύδα

Παλλάδ' Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο:

 

"εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι:

τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.

αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί, 45

δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου

σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν

εὔχεσθαι: πάντες δὲ θεῶν χατέουσ' ἄνθρωποι.

ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ' ἐμοὶ αὐτῷ:

τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον." 50

ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου:

χαῖρε δ' Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,

οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον:

αὐτίκα δ' εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι:

 

"κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς 55

ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.

Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,

αὐτὰρ ἔπειτ' ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν

σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.

δὸς δ' ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι, 60

οὕνεκα δεῦρ' ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ."

 

ὣς ἄρ' ἔπειτ' ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.

δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον:

ὣς δ' αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.

οἱ δ' ἐπεί ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο, 65

μοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαῖτα.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:

 

"νῦν δὴ κάλλίον ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι

ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς. 70

ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ' ὑγρὰ κέλευθα;

ἤ τι κατά πρῆξιν ἦ μαψιδίως ἀλάλησθε

οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται

ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι πέροντες;"

 

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα 75

θαρσήσας: αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη

θῆχ', ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο

ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν:

 

"ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,

εἴρεαι ὁππόθεν εἰμέν: ἐγὼ δέ κέ τοι καταλέξω. 80

ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν:

πρῆξις δ' ἥδ' ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.

πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,

δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι

σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι. 85

ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιξον,

πευθόμεθ', ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,

κείνου δ' αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.

οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ' ὄλωλεν,

εἴθ' ὅ γ' ἐπ' ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν, 90

εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.

τοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλῃσθα

κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας

ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας

πλαζομένου: πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. 95

μηδέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,

ἀλλ' εὖ μοι κατάλεξον ὃπως ἤντησας ὀπωπῆς.

λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,

ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε

δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί, 100

τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.

τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:

"ὦ φίλ', ἐπεί μ' ἔμνησας ὀιζύος, ἥν ἐν ἐκείνῳ

δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,

ἠμέν ὅσα ξὺν νηυσίν ἐπ' ἠεροειδέα πόντον 105

πλαζόμενοι κατὰ ληίδ', ὅπῃ ἄρξειεν Ἀχιλλεύς,

ἠδ' ὅσα καὶ περί ἄστυ μέγα Πριάμοιο ἄνακτος

μαρνάμεθ': ἔνθα δ' ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.

ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δ' Ἀχιλλεύς,

ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος, 110

ἔνθα δ' ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,

Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής:

ἄλλα τε πόλλ' ἐπὶ τοῖς πάθομεν κακά: τίς κεν ἐκεῖνα

πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;

οὐδ' εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων 115

ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί:

πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.

εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες

παντοίοισι δόλοισι, μόγις δ' ἐτέλεσσε Κρονίων.

ἔνθ' οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην 120

ἤθελ', ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς

παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε

κείνου ἔκγονός ἐσσι: σέβας μ' ἔχει εἰσορόωντα.

ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης

ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι. 125

ἔνθ' ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς

οὔτε ποτ' εἰν ἀγορῇ δίχ' ἐβάζομεν οὔτ' ἐνὶ βουλῇ,

ἀλλ' ἕνα θυμὸν ἔχοντε νόω καὶ ἐπίφρονι βουλῇ

φραζόμεθ' Ἀργείοισιν ὅπως ὄχ' ἄριστα γένοιτο.

αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, 130

βῆμεν δ' ἐν νήεσσι, θεὸς δ' ἐσκέδασσεν Ἀχαιούς,

καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον

Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι

πάντες ἔσαν: τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον

μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης. 135

ἥ τ' ἔριν Ἀτρεί̈δῃσι μετ' ἀμφοτέροισιν ἔθηκε.

τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,

μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,

οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,

μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν. 140

ἔνθ' ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς

νόστου μιμνήσκεσθαι ἐπ' εὐρέα νῶτα θαλάσσης,

οὐδ' Ἀγαμέμνονι πάμπαν ἑήνδανε: βούλετο γάρ ῥα

λαὸν ἐρυκακέειν ῥέξαι θ' ἱερὰς ἑκατόμβας,

ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο, 145

νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν:

οὐ γάρ τ' αἶψα θεῶν τρέπεται νόος αἰέν ἐόντων.

ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν

ἕστασαν: οἱ δ' ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ

ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή. 150

νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες

ἀλλήλοις: ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο:

ἠῶθεν δ' οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν

κτήματά τ' ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.

ἡμίσεες δ' ἄρα λαοὶ ἐρητύοντο μένοντες 155

αὖθι παρ' Ἀτρεί̈δῃ Ἀγαμέμνονι, ποιμένι λαῶν:

ἡμίσεες δ' ἀναβάντες ἐλαύνομεν: αἱ δὲ μάλ' ὦκα

ἔπλεον, ἐστόρεσεν δέ θεὸς μεγακήτεα πόντον.

ἐς Τένεδον δ' ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοισ̂ν,

οἴκαδε ἱέμενοι: Ζεὺς δ' οὔ πω μήδετο νόστον, 160

σχέτλιος, ὅς ῥ' ἔριν ὦρσε κακήν ἔπι δεύτερον αὖτις.

οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας

ἀμφ' Ὀδυσῆα ἄνακτα δαί̈φρονα, ποικιλομήτην,

αὖτις ἐπ' Ἀτρεί̈δῃ Ἀγαμέμνονι ἦρα φέροντες:

αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο, 165

φεῦγον, ἐπεὶ γίγνωσκον, ὃδὴ κακὰ μήδετο δαίμων.

φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δ' ἑταίρους.

ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,

ἐν Λέσβῳ δ' ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,

ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, 170

νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπ' ἀριστέρ' ἔχοντες,

ἦ ὑπένερθε Χίοιο, παρ' ἠνεμόεντα Μίμαντα.

ᾐτέομεν δὲ θεὸν φῆναι τέρας: αὐτὰρ ὅ γ' ἡμῖν

δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν

τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν. 175

ὦρτο δ' ἐπὶ λιγὺς οὖρος ἀήμεναι: αἱ δὲ μάλ' ὦκα

ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν

ἐννύχιαι κατάγοντο: Ποσειδάωνι δὲ ταύρων

πόλλ' ἐπὶ μῆρ' ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.

τέτρατον ἦμαρ ἔην, ὅτ' ἐν Ἄργεϊ νῆας ἐίσας 180

Τυδεί̈δεω ἕταροι Διομήδεος ἱπποδάμοιο

ἵστασαν: αὐτάρ ἐγώ γε Πύλονδ' ἔχον, οὐδέ ποτ' ἔσβη

οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.

"ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα

κείνων, οἵ τ' ἐσάωθεν Ἀχαιῶν οἵ τ' ἀπόλοντο. 185

ὅσσα δ' ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι

πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, κοὐδέ σε δεύσω.

εὖ μὲν Μυρμιδόνας φάσ' ἐλθέμεν ἐγχεσιμώρους,

οὓς ἄγ' Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,

εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν. 190

πάντας δ' Ἰδομενεὺς Κρήτην εἰσήγαγ' ἑταίρους,

οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν' ἀπηύρα.

Ἀτρεί̈δην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,

ὥς τ' ἦλθ', ὥς τ' Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.

ἀλλ' ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν: 195

ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι

ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,

Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.

καὶ σὺ φίλος, μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε,

ἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ." 200

 

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

"ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,

καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ

οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι:

αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν, 205

τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,

οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.

ἀλλ' οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,

πατρί τ' ἐμῷ καὶ ἐμοί: νῦν δὲ χρὴ τετλάμεν ἔμπης."

 

τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ: 210

"ὦ φίλ', ἐπεὶ δὴ ταῦτά μ' ἀνέμνησας καὶ ἔειπες,

φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς

ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι:

εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ

ἐχθαίρουσ' ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ. 215

τίς δ' οἶδ' εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,

ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;

εἰ γάρ σ' ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,

ὡς τότ' Ὀδυσσῆος περικήδετο κυδαλίμοιο

δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί-- 220

οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,

ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη--

εἴ σ' οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,

τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο."

 

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα: 225

"ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω:

λίην γὰρ μέγα εἶπες: ἄγη μ' ἔχει. οὐκ ἂν ἐμοί γε

ἐλπομένω τὰ γένοιτ', οὐδ' εἰ θεοὶ ὣς ἐθέλοιεν."

τὸν δ' αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:

"Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. 230

ῥεῖα θεός γ' ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.

βουλοίμην δ' ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας

οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,

ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων

ὤλεθ' ὑπ' Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο. 235

ἀλλ' ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ

καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ

μοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο."

 

τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

"Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ: 240

κείνῳ δ' οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη

φράσσαντ' ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.

νῦν δ' ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι

Νέστορ', ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων:

τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε' ἀνδρῶν: 245

ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.

ὦ Νέστορ Νηληϊάδη, σὺ δ' ἀληθὲς ἐνίσπες:

πῶς ἔθαν' Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων;

ποῦ Μενέλαος ἔην; τίνα δ' αὐτῷ μήσατ' ὄλεθρον

Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω; 250

ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ

πλάζετ' ἐπ' ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;"

 

τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:

"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ' ἀγορεύσω.

ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη, 255

εἰ ζωόν γ' Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν

Ἀτρεί̈δης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος:

τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,

ἀλλ' ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν

κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν 260

κλαῦσεν Ἀχαιιάδων: μάλα γὰρ μέγα μήσατο ἔργον.

ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους

ἥμεθ': ὁ δ' εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο

πόλλ' Ἀγαμεμνονέην ἄλοχον θέλγεσκ' ἐπέεσσιν.

ἡ δ' ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς 265

δῖα Κλυταιμνήστρη: φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσι:

πὰρ δ' ἄρ' ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλ' ἐπέτελλεν

Ἀτρεί̈δης Τροίηνδε κιὼν ἔρυσασθαι ἄκοιτιν.

ἀλλ' ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,

δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην 270

κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,

τὴν δ' ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.

πολλὰ δὲ μηρί' ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,

πολλὰ δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,

ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ. 275

 

"ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,

Ἀτρεί̈δης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν:

ἀλλ' ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ', ἄκρον Ἀθηνέων,

ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων

οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, 280

πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,

Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ' ἀνθρώπων

νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.

ὣς ὁ μὲν ἔνθα κατέσχετ', ἐπειγόμενός περ ὁδοῖο,

ὄφρ' ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν. 285

ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον

ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ

ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς

ἐφράσατο, λιγέων δ' ἀνέμων ἐπ' ἀυτμένα χεῦε,

κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν. 290

ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,

ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.

ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη

ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ:

ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ, 295

ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ' ἀποέργει.

αἱ μὲν ἄρ' ἔνθ' ἦλθον, σπουδῇ δ' ἤλυξαν ὄλεθρον

ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν

κύματ': ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους

Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. 300

ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων

ἠλᾶτο ξὺν νηυσὶ κατ' ἀλλοθρόους ἀνθρώπους:

τόφρα δὲ ταῦτ' Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.

ἑπτάετες δ' ἤνασσε πολυχρύσοιο Μυκήνης,

κτείνας Ἀτρεί̈δην, δέδμητο δὲ λαὸς ὑπ' αὐτῷ. 305

τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης

ἂψ ἀπ' Ἀθηνάων, κατὰ δ' ἔκτανε πατροφονῆα,

Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.

ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν

μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο: 310

αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος

πολλὰ κτήματ' ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.

 

"καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλ' ἀλάλησο,

κτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοῖσι δόμοισιν

οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν 315

κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.

ἀλλ' ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα

ἐλθεῖν: κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,

ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ

ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι 320

ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδ' οἰωνοὶ

αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.

ἀλλ' ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν:

εἰ δ' ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,

πὰρ δὲ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται 325

ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.

λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ:

ψεῦδος δ' οὐκ ἐρέει: μάλα γὰρ πεπνυμένος ἐστίν."

ὣς ἔφατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.

τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη: 330

"ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας:

ἀλλ' ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,

ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν

σπείσαντες κοίτοιο μεδώμεθα: τοῖο γὰρ ὥρη.

ἤδη γὰρ φάος οἴχεθ' ὑπὸ ζόφον, οὐδὲ ἔοικεν: 335

δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι."

 

ἦ ῥα Διὸς θυγάτηρ, οἱ δ' ἔκλυον αὐδησάσης.

τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,

κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,

νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι: 340

γλώσσας δ' ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ' ἐπέλειβον.

αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιον θ', ὅσον ἤθελε θυμός,

δὴ τότ' Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς

ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.

Νέστωρ δ' αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν: 345

 

"Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,

ὡς ὑμεῖς παρ' ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε

ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,

ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ' ἐνὶ οἴκῳ,

οὔτ' αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν. 350

αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.

οὔ θην δὴ τοῦδ' ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς

νηὸς ἐπ' ἰκριόφιν καταλέξεται, ὄφρ' ἂν ἐγώ γε

ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,

ξείνους ξεινίζειν, ὅς τίς κ' ἐμὰ δώμαθ' ἵκηται." 355

 

τὸν δ' αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:

"εὖ δὴ ταῦτά γ' ἔφησθα, γέρον φίλε: σοὶ δὲ ἔοικεν

Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.

ἀλλ' οὗτος μὲν νῦν σοὶ ἅμ' ἕψεται, ὄφρα κεν εὕδῃ

σοῖσιν ἐνὶ μεγάροισιν: ἐγὼ δ' ἐπὶ νῆα μέλαιναν 360

εἶμ', ἵνα θαρσύνω θ' ἑτάρους εἴπω τε ἕκαστα.

οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι:

οἱ δ' ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,

πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.

ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ 365

νῦν: ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους

εἶμ' ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε

οὐδ' ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,

πέμψον σὺν δίφρῳ τε καὶ υἱέι: δὸς δέ οἱ ἵππους,

οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι." 370

ὣς ἄρα φωνήσασ' ἀπέβη γλαυκῶπις Ἀθήνη

φήνῃ εἰδομένη: θάμβος δ' ἕλε πάντας ἰδόντας.

θαύμαζεν δ' ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς:

Τηλεμάχου δ' ἕλε χεῖρα, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

 

"ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, 375

εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.

οὐ μὲν γάρ τις ὅδ' ἄλλος Ὀλύμπια δώματ' ἐχόντων,

ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,

ἥ τοι καὶ πατέρ' ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.

ἀλλὰ ἄνασσ' ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν, 380

αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι:

σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον

ἀδμήτην, ἣν οὔ πω ὕπὸ ζυγὸν ἤγαγεν ἀνήρ:

τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας."

 

ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη. 385

τοῖσιν δ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,

υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.

ἀλλ' ὅτε δώμαθ' ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,

ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε:

τοῖς δ' ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν 390

οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ

ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε:

τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δ' Ἀθήνῃ

εὔχετ' ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.

 

αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιον θ', ὅσον ἤθελε θυμός, 395

οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,

τὸν δ' αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,

Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,

τρητοῖς ἐν λεχέεσσιν ὑπ' αἰθούσῃ ἐριδούπῳ,

πὰρ' δ' ἄρ' ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν, 400

ὅς οἱ ἔτ' ἠίθεος παίδων ἦν ἐν μεγάροισιν:

αὐτὸς δ' αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,

τῷ δ' ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

ὤρνυτ' ἄρ' ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, 405

ἐκ δ' ἐλθὼν κατ' ἄρ' ἕζετ' ἐπὶ ξεστοῖσι λίθοισιν,

οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,

λευκοί, ἀποστίλβοντες ἀλείφατος: οἷς ἔπι μὲν πρὶν

Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος:

ἀλλ' ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, 410

Νέστωρ αὖ τότ' ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,

σκῆπτρον ἔχων. περὶ δ' υἷες ἀολλέες ἠγερέθοντο

ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε

Περσεύς τ' Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.

τοῖσι δ' ἔπειθ' ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, 415

πὰρ δ' ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.

τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:

 

"καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατ' ἐέλδωρ,

ὄφρ' ἦ τοι πρώτιστα θεῶν ἱλάσσομ' Ἀθήνην,

ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν. 420

ἀλλ' ἄγ' ὁ μὲν πεδίονδ' ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα

ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ:

εἷς δ' ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν

πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ' οἴους:

εἷς δ' αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω 425

ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.

οἱ δ' ἄλλοι μένετ' αὐτοῦ ἀολλέες, εἴπατε δ' εἴσω

δμῳῇσιν κατὰ δώματ' ἀγακλυτὰ δαῖτα πένεσθαι,

ἕδρας τε ξύλα τ' ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ."

 

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς 430

ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης

Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς

ὅπλ' ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,

ἄκμονά τε σφῦραν τ' ἐυποίητόν τε πυράγρην,

οἷσίν τε χρυσὸν εἰργάξετο: ἦλθε δ' Ἀθήνη 435

ἱρῶν ἀντιόωσα. γέρων δ' ἱππηλάτα Νέστωρ

χρυσὸν ἔδωχ': ὁ δ' ἔπειτα βοὸς κέρασιν περίχευεν

ἀσκήσας, ἵν' ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.

βοῦν δ' ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.

χέρνιβα δέ σφ' Ἄρητος ἐν ἀνθεμόεντι λέβητι 440

ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δ' ἔχεν οὐλὰς

ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης

ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.

Περσεὺς δ' ἀμνίον εἶχε: γέρων δ' ἱππηλάτα Νέστωρ

χέρνιβά τ' οὐλοχύτας τε κατήρχετο, πολλὰ δ' Ἀθήνῃ 445

εὔχετ' ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.

 

αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,

αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης

ἤλασεν ἄγχι στάς: πέλεκυς δ' ἀπέκοψε τένοντας

αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δ' ὀλόλυξαν 450

θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις

Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.

οἱ μὲν ἔπειτ' ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης

ἔσχον: ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.

τῆς δ' ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ' ὀστέα θυμός, 455

αἶψ' ἄρα μιν διέχευαν, ἄφαρ δ' ἐκ μηρία τάμνον

πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν

δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.

καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον

λεῖβε: νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν. 460

αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχνα πάσαντο,

μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν,

ὤπτων δ' ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.

 

τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,

Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο. 465

αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,

ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,

ἔκ ῥ' ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος:

πὰρ δ' ὅ γε Νέστορ' ἰὼν κατ' ἄρ' ἕζετο, ποιμένα λαῶν.

 

οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο, 470

δαίνυνθ' ἑζόμενοι: ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄροντο

οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:

 

"παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους 475

ζεύξαθ' ὑφ' ἅρματ' ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο."

 

ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,

καρπαλίμως δ' ἔζευξαν ὑφ' ἅρμασιν ὠκέας ἵππους.

ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν

ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες. 480

ἂν δ' ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον:

πὰρ δ' ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,

ἐς δίφρον τ' ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,

μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην

ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον. 485

οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.

 

δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,

ἐς Φηρὰς δ' ἵκοντο Διοκλῆος ποτὶ δῶμα,

υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.

ἔνθα δὲ νύκτ' ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. 490

 

ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

ἵππους τε ζεύγνυντ' ἀνά θ' ἅρματα ποικίλ' ἔβαινον:

ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου:

μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.

ἷξον δ' ἐς πεδίον πυρηφόρον, ἔνθα δ' ἔπειτα 495

ἦνον ὁδόν: τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.

δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.


Next: Book 4