(1.190-201) After them from Calydon came the son of Oeneus, strong Meleagrus, and Laocoon -- Laocoon the brother of Oeneus, though not by the same mother, for a serving-woman bare him; him, now growing old, Oeneus sent to guard his son: thus Meleagrus, still a youth, entered the bold band of heroes. No other had come superior to him, I ween, except Heracles, if for one year more he had tarried and been nurtured among the Aetolians. Yea, and his uncle, well skilled to fight whether with the javelin or hand to hand, Iphiclus son of Thestius, bare him company on his way.
|
|
190 Οἰνεΐδης δ' ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος
191 ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε,
192 Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε
193 μητέρος: ἀλλά ἑ θῆσσα γυνὴ τέκε: τὸν μὲν ἄρ' Οἰνεὺς
194 ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν:
195 ὧδ' ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον
196 ἡρώων. τοῦ δ' οὔτιν' ὑπέρτερον ἄλλον ὀίω,
197 νόσφιν γ' Ἡρακλῆος, ἐπελθέμεν, εἴ κ' ἔτι μοῦνον
198 αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν.
199 καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι,
200 εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι,
201 Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι.
|