Sacred Texts  Bible  Index 
Polyglot  KJV  Tan  Vul 

Job Index
  Previous  Next 

Septuagint: Job Chapter 25

1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει

2 τί γὰρ προοίμιον ἢ φόβος παρ᾽ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ

3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾽ αὐτοῦ

4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός

5 εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ

6 ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ


Next: Job Chapter 26