Sacred Texts  Classics  Homer  Index  English  Previous  Next 

The Odyssey, Book 13

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,

κηληθμῷ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα.

τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:

 

"ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,

ὑψερεφές, τῷ σ' οὔ τι παλιμπλαγχθέντα γ' ὀί̈ω 5

ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.

ὑμέων δ' ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,

ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον

αἰεὶ πίνετ' ἐμοῖσιν, ἀκουάζεσθε δ' ἀοιδοῦ.

εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ 10

κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα

δῶρ', ὅσα Φαιήκων βουληφόροι ἐνθάδ' ἔνεικαν:

ἀλλ' ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα

ἀνδρακάς: ἡμεῖς δ' αὖτε ἀγειρόμενοι κατὰ δῆμον

τισόμεθ': ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι." 15

 

ὣς ἔφατ' Ἀλκίνοος, τοῖσιν δ' ἐπιὴνδανε μῦθος.

οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,

ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

νῆάδ' ἐπεσσεύοντο, φέρον δ' εὐήνορα χαλκόν.

καὶ τὰ μὲν εὖ κατέθηχ' ἱερὸν μένος Ἀλκινόοιο, 20

αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν' ἑταίρων

βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ' ἐρετμοῖς.

οἱ δ' εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ' ἀλέγυνον.

 

τοῖσι δὲ βοῦν ἱέρευσ' ἱερὸν μένος Ἀλκινόοιο

Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει. 25

μῆρα δὲ κήαντες δαίνυντ' ἐρικυδέα δαῖτα

τερπόμενοι: μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,

Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς

πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,

δῦναι ἐπειγόμενος: δὴ γὰρ μενέαινε νέεσθαι. 30

ὡς δ' ὅτ' ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ

νειὸν ἀν' ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον:

ἀσπασίως δ' ἄρα τῷ κατέδυ φάος ἠελίοιο

δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ' ἰόντι:

ὣς Ὀδυσῆ' ἀσπαστὸν ἔδυ φάος ἠελίοιο. 35

αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,

Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον:

 

"Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ' αὐτοί:

ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός, 40

πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες

ὄλβια ποιήσειαν: ἀμύμονα δ' οἴκοι ἄκοιτιν

νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.

ὑμεῖς δ' αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας

κουριδίας καὶ τέκνα: θεοὶ δ' ἀρετὴν ὀπάσειαν 45

παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη."

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον

πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.

καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο:

"Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον 50

πᾶσιν ἀνὰ μέγαρον, ὄφρ' εὐξάμενοι Διὶ πατρὶ

τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν."

 

ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,

νώμησεν δ' ἄρα πᾶσιν ἐπισταδόν: οἱ δὲ θεοῖσιν

ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, 55

αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ' ἵστατο δῖος Ὀδυσσεύς,

Ἀρήτῃ δ' ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

 

"χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας

ἔλθῃ καὶ θάνατος, τά τ' ἐπ' ἀνθρώποισι πέλονται. 60

αὐτὰρ ἐγὼ νέομαι: σὺ δὲ τέρπεο τῷδ' ἐνὶ οἴκῳ

παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ."

 

ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,

τῷ δ' ἅμα κήρυκα προί̈ει μένος Ἀλκινόοιο,

ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης: 65

Ἀρήτη δ' ἄρα οἱ δμῳὰς ἅμ' ἔπεμπε γυναῖκας,

τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,

τὴν δ' ἑτέρην χηλὸν πυκινὴν ἅμ' ὄπασσε κομίζειν:

ἡ δ' ἄλλη σῖτόν τ' ἔφερεν καὶ οἶνον ἐρυθρόν.

 

αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, 70

αἶψα τά γ' ἐν νηὶ̈ γλαφυρῇ πομπῆες ἀγαυοὶ

δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν:

κὰδ δ' ἄρ' Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε

νηὸς ἐπ' ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,

πρυμνῆς: ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο 75

σιγῇ: τοὶ δὲ καθῖζον ἐπὶ κληῖ̈σιν ἕκαστοι

κόσμῳ, πεῖσμα δ' ἔλυσαν ἀπὸ τρητοῖο λίθοις.

εὖθ' οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,

καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,

νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. 80

ἡ δ', ὥς τ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,

πάντες ἅμ' ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,

ὑψόσ' ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,

ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ' ὄπισθε

πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης. 85

ἡ δὲ μάλ' ἀσφαλέως θέεν ἔμπεδον: οὐδέ κεν ἴρηξ

κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.

ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ' ἔταμνεν,

ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε' ἔχοντα:

ὃς πρὶν μὲν μάλα πολλὰ πάθ' ἄλγεα ὃν κατὰ θυμὸν 90

ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,

δὴ τότε γ' ἀτρέμας εὗδε, λελασμένος ὅσσ' ἐπεπόνθει.

εὖτ' ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα

ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,

τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς. 95

 

Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,

ἐν δήμῳ Ἰθάκης: δύο δὲ προβλῆτες ἐν αὐτῷ

ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,

αἵ τ' ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα

ἔκτοθεν: ἔντοσθεν δέ τ' ἄνευ δεσμοῖο μένουσι 100

νῆες ἐύ̈σσελμοι, ὅτ' ἂν ὅρμου μέτρον ἵκωνται.

αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,

ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,

ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.

ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν 105

λάϊνοι: ἔνθα δ' ἔπειτα τιθαιβώσσουσι μέλισσαι.

ἐν δ' ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι

φάρε' ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι:

ἐν δ' ὕδατ' ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,

αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν, 110

αἱ δ' αὖ πρὸς Νότου εἰσὶ θεώτεραι: οὐδέ τι κείνῃ

ἄνδρες ἐσέρχονται, ἀλλ' ἀθανάτων ὁδός ἐστιν.

 

ἔνθ' οἵ γ' εἰσέλασαν, πρὶν εἰδότες: ἡ μὲν ἔπειτα

ἠπείρῳ ἐπέκελσεν, ὅσον τ' ἐπὶ ἥμισυ πάσης,

σπερχομένη: τοῖον γὰρ ἐπείγετο χέρσ' ἐρετάων: 115

οἱ δ' ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε

πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν

αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,

κὰδ δ' ἄρ' ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,

ἐκ δὲ κτήματ' ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ 120

ὤπασαν οἴκαδ' ἰόντι διὰ μεγάθυμον Ἀθήνην.

καὶ τὰ μὲν οὖν παρὰ πυθμέν' ἐλαίης ἀθρόα θῆκαν

ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,

πρίν γ' Ὀδυσῆ' ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο:

αὐτοὶ δ' αὖτ' οἶκόνδε πάλιν κίον. οὐδ' ἐνοσίχθων 125

λήθετ' ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ

πρῶτον ἐπηπείλησε, Διὸς δ' ἐξείρετο βουλήν:

 

"Ζεῦ πάτερ, οὐκέτ' ἐγώ γε μετ' ἀθανάτοισι θεοῖσι

τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,

Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης. 130

καὶ γὰρ νῦν Ὀδυσῆ' ἐφάμην κακὰ πολλὰ παθόντα

οἴκαδ' ἐλεύσεσθαι: νόστον δέ οἱ οὔ ποτ' ἀπηύρων

πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.

οἱ δ' εὕδοντ' ἐν νηὶ̈ θοῇ ἐπὶ πόντον ἄγοντες

κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, 135

χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ' ὑφαντήν,

πόλλ', ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεύς,

εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληί̈δος αἶσαν."

 

τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς:

"ὢ πόποι, ἐννοσίγαι' εὐρυσθενές, οἷον ἔειπες. 140

οὔ τί σ' ἀτιμάζουσι θεοί: χαλεπὸν δέ κεν εἴη

πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.

ἀνδρῶν δ' εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων

οὔ τι τίει. σοὶ δ' ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.

ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ." 145

 

τὸν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχθων:

"αἶψά κ' ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις:

ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ' ἀλεείνω.

νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,

ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ 150

ῥαῖσαι, ἵν' ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς

ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι."

 

τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:

"ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,

ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προί̈δωνται 155

λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης

νηὶ̈ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες

ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι."

 

αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε Ποσειδάων ἐνοσίχθων,

βῆ ῥ' ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν. 160

ἔνθ' ἔμεν': ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς

ῥίμφα διωκομένη: τῆς δὲ σχεδὸν ἦλθ' ἐνοσίχθων,

ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε

χειρὶ καταπρηνεῖ ἐλάσας: ὁ δὲ νόσφι βεβήκει.

οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον 165

Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

 

"ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησ' ἐνὶ πόντῳ

οἴκαδ' ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα."

 

ὣς ἄρα τις εἴπεσκε: τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο. 170

τοῖσιν δ' Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν:

 

"ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ' ἱκάνει

πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι

ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.

φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα, 175

ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ

ῥαισέμεναι, μέγα δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.

ὣς ἀγόρευ' ὁ γέρων: τὰ δὲ δὴ νῦν πάντα τελεῖται.

ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες:

πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται 180

ἡμέτερον προτὶ ἄστυ: Ποσειδάωνι δὲ ταύρους

δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ' ἐλεήσῃ,

μηδ' ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ."

ὣς ἔφαθ', οἱ δ' ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.

ὣς οἱ μέν ῥ' εὔχοντο Ποσειδάωνι ἄνακτι 185

δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,

ἑσταότες περὶ βωμόν. ὁ δ' ἔγρετο δῖος Ὀδυσσεὺς

εὕδων ἐν γαίῃ πατρωί̈ῃ, οὐδέ μιν ἔγνω,

ἤδη δὴν ἀπεών: περὶ γὰρ θεὸς ἠέρα χεῦε

Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν 190

ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,

μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,

πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.

τοὔνεκ' ἄρ' ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,

ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι 195

πέτραι τ' ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.

στῆ δ' ἄρ' ἀναί̈ξας καί ῥ' εἴσιδε πατρίδα γαῖαν:

ᾤμωξέν τ' ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ

χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα:

 

"ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; 200

ἦ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,

ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;

πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς

πλάζομαι; αἴθ' ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν

αὐτοῦ: ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων 205

ἐξικόμην, ὅς κέν μ' ἐφίλει καὶ ἔπεμπε νέεσθαι.

νῦν δ' οὔτ' ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ

καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.

ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι

ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, 210

οἵ μ' εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μ' ἔφαντο

ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδ' ἐτέλεσσαν.

Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους

ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.

ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι, 215

μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες."

"ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας

ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.

τῶν μὲν ἄρ' ὀύ τι πόθει: ὁ δ' ὀδύρετο πατρίδα γαῖαν

ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, 220

πόλλ' ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,

ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,

παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,

δίπτυχον ἀμφ' ὤμοισιν ἔχουσ' εὐεργέα λώπην:

ποσσὶ δ' ὑπὸ λιπαροῖσι πέδιλ' ἔχε, χερσὶ δ' ἄκοντα. 225

τὴν δ' Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

 

"ὦ φίλ', ἐπεί σε πρῶτα κιχάνω τῷδ' ἐνὶ χώρῳ,

χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,

ἀλλὰ σάω μὲν ταῦτα, σάω δ' ἐμέ: σοὶ γὰρ ἐγώ γε 230

εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ' ἱκάνω.

καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδῶ:

τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;

ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ

κεῖθ' ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;" 235

 

τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:

"νήπιός εἰς, ὦ ξεῖν', ἢ τηλόθεν εἰλήλουθας,

εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην

οὕτω νώνυμός ἐστιν: ἴσασι δέ μιν μάλα πολλοί,

ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ' ἠέλιόν τε, 240

ἠδ' ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.

ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,

οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ' εὐρεῖα τέτυκται.

ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος

γίγνεται: αἰεὶ δ' ὄμβρος ἔχει τεθαλυῖά τ' ἐέρση: 245

αἰγίβοτος δ' ἀγαθὴ καὶ βούβοτος: ἔστι μὲν ὕλη

παντοίη, ἐν δ' ἀρδμοὶ ἐπηετανοὶ παρέασι.

τῷ τοι, ξεῖν', Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ' ἵκει,

τήν περ τηλοῦ φασὶν Ἀχαιί̈δος ἔμμεναι αἴης."

 

"ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, 250

χαίρων ᾗ γαίῃ πατρωί̈ῃ, ὥς οἱ ἔειπε

Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο:

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

οὐδ' ὅ γ' ἀληθέα εἶπε, πάλιν δ' ὅ γε λάζετο μῦθον,

αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν: 255

 

"πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,

τηλοῦ ὑπὲρ πόντου: νῦν δ' εἰλήλουθα καὶ αὐτὸς

χρήμασι σὺν τοίσδεσσι: λιπὼν δ' ἔτι παισὶ τοσαῦτα

φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,

Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ 260

ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,

οὕνεκά με στερέσαι τῆς ληί̈δος ἤθελε πάσης

Τρωϊάδος, τῆς εἵνεκ' ἐγὼ πάθον ἄλγεα θυμῷ,

ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,

οὕνεκ' ἄρ' οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον 265

δήμῳ ἔνι Τρώων, ἀλλ' ἄλλων ἦρχον ἑταίρων.

τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ

ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ:

νὺξ δὲ μάλα δνοφερὴ κάτεχ' οὐρανόν, οὐδέ τις ἡμέας

ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας. 270

αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,

αὐτίκ' ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς

ἐλλισάμην, καί σφιν μενοεικέα ληί̈δα δῶκα:

τούς μ' ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι

ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. 275

ἀλλ' ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο

πόλλ' ἀεκαζομένους, οὐδ' ἤθελον ἐξαπατῆσαι.

κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.

σπουδῇ δ' ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν

δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι, 280

ἀλλ' αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.

ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,

οἱ δὲ χρήματ' ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες

κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.

οἱ δ' ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες 285

ᾤχοντ': αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ."

 

ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,

χειρί τέ μιν κατέρεξε: δέμας δ' ἤϊκτο γυναικὶ

καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ:

καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα: 290

 

"κερδαλέος κ' εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι

ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.

σχέτλιε, ποικιλομῆτα, δόλων ἆτ', οὐκ ἄρ' ἔμελλες,

οὐδ' ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων

μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν. 295

ἀλλ' ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω

κέρδε', ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ' ἄριστος ἁπάντων

βουλῇ καὶ μύθοισιν, ἐγὼ δ' ἐν πᾶσι θεοῖσι

μήτι τε κλέομαι καὶ κέρδεσιν: οὐδὲ σύ γ' ἔγνως

Παλλάδ' Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ 300

ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,

καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,

νῦν αὖ δεῦρ' ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω

χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ

ὤπασαν οἴκαδ' ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε, 305

εἴπω θ' ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι

κήδε' ἀνασχέσθαι: σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,

μηδέ τῳ ἐκφάσθαι μήτ' ἀνδρῶν μήτε γυναικῶν,

πάντων, οὕνεκ' ἄρ' ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ

πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν." 310

 

τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

"ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,

καὶ μάλ' ἐπισταμένῳ: σὲ γὰρ αὐτὴν παντὶ ἐί̈σκεις.

τοῦτο δ' ἐγὼν εὖ οἶδ', ὅτι μοι πάρος ἠπίη ἦσθα,

ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν. 315

αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,

βῆμεν δ' ἐν νήεσσι, θεὸς δ' ἐκέδασσεν Ἀχαιούς,

οὔ σέ γ' ἔπειτα ἴδον, κούρη Διός, οὐδ' ἐνόησα

νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.

ἀλλ' αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ 320

ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν:

πρίν γ' ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ

θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.

νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι--οὐ γὰρ ὀί̈ω

ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τιν' ἄλλην 325

γαῖαν ἀναστρέφομαι: σὲ δὲ κερτομέουσαν ὀί̈ω

ταῦτ' ἀγορευέμεναι, ἵν' ἐμὰς φρένας ἠπεροπεύσῃς--

εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ' ἱκάνω."

τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:

"αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα: 330

τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,

οὕνεκ' ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.

ἀσπασίως γάρ κ' ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν

ἵετ' ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ' ἄλοχόν τε:

σοὶ δ' οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, 335

πρίν γ' ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως

ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ

φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.

αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ' ἀπίστεον, ἀλλ' ἐνὶ θυμῷ

ᾔδε', ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους: 340

ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι

πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,

χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.

ἀλλ' ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.

Φόρκυνος μὲν ὅδ' ἐστὶ λιμήν, ἁλίοιο γέροντος, 345

ἥδε δ' ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη:

ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,

ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται:

τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς

ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας: 350

τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ."

 

ὣς εἰποῦσα θεὰ σκέδασ' ἠέρα, εἴσατο δὲ χθών:

γήθησέν τ' ἄρ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,

χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.

αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών: 355

 

"νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτ' ἐγώ γε

ὄψεσθ' ὔμμ' ἐφάμην: νῦν δ' εὐχωλῇς ἀγανῇσι

χαίρετ': ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,

αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη

αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ." 360

 

τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:

"θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.

ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο

θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ:

αὐτοὶ δὲ φραζώμεθ' ὅπως ὄχ' ἄριστα γένηται." 365

ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,

μαιομένη κευθμῶνας ἀνὰ σπέος: αὐτὰρ Ὀδυσσεὺς

ἆσσον πάντ' ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν

εἵματά τ' εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.

καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δ' ἐπέθηκε θύρῃσι 370

Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.

τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν' ἐλαίης

φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.

τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη:

 

"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, 375

φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,

οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,

μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες:

ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν

πάντας μέν ῥ' ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ, 380

ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ."

 

τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

"ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεί̈δαο

φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,

εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες. 385

ἀλλ' ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς:

πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,

οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.

αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,

καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην 390

σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ' ἐπαρήγοις."

 

τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:

"καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,

ὁππότε κεν δὴ ταῦτα πενώμεθα: καί τιν' ὀί̈ω

αἵματί τ' ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας 395

ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.

ἀλλ' ἄγε σ' ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι:

κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,

ξανθὰς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος

ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα, 400

κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε,

ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς

σῇ τ' ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.

αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,

ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε, 405

παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.

δήεις τόν γε σύεσσι παρήμενον: αἱ δὲ νέμονται

πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,

ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ

πίνουσαι, τά θ' ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. 410

ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,

ὄφρ' ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα

Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ:

ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον

ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ' εἴης." 415

τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

"τίπτε τ' ἄρ' οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;

ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ

πόντον ἐπ' ἀτρύγετον: βίοτον δέ οἱ ἄλλοι ἔδουσι;"

τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη: 420

"μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.

αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο

κεῖσ' ἐλθών: ἀτὰρ οὔ τιν' ἔχει πόνον, ἀλλὰ ἕκηλος

ἧσται ἐν Ἀτρεί̈δαο δόμοις, παρὰ δ' ἄσπετα κεῖται.

ἦ μέν μιν λοχόωσι νέοι σὺν νηὶ̈ μελαίνῃ, 425

ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι:

ἀλλὰ τά γ' οὐκ ὀί̈ω, πρὶν καί τινα γαῖα καθέξει

ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν."

 

ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατ' Ἀθήνη.

κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, 430

ξανθὰς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα

πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,

κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ' ἐόντε:

ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,

ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ: 435

ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάφοιο,

ψιλόν: δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,

πυκνὰ ῥωγαλέην: ἐν δὲ στρόφος ἦεν ἀορτήρ.

 

τώ γ' ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα

ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ' Ὀδυσῆος. 440


Next: Book 14