Sacred Texts  Bible  Index 
Polyglot  Apo  Sep:ToA  Vul 

Tobit S Index
  Previous  Next 

Septuagint: Tobit S Chapter 10

1 ἑκάστην δὲ ἡμέραν ἐξ ἡμέρας ἐλογίζετο Τωβιθ τὰς ἡμέρας ἐν πόσαις πορεύσεται καὶ ἐν πόσαις ἐπιστρέψει καὶ ὅτε συνετελέσθησαν αἱ ἡμέραι καὶ ὁ υἱὸς αὐτοῦ οὐ παρῆν

2 εἶπεν μήποτε κατεσχέθη ἐκεῖ ἢ μήποτε ἀπέθανεν ὁ Γαβαηλ καὶ οὐδεὶς αὐτῷ δίδωσιν τὸ ἀργύριον

3 καὶ ἤρξατο λυπεῖσθαι

4 καὶ Αννα ἡ γυνὴ αὐτοῦ λέγει ἀπώλετο τὸ παιδίον μου καὶ οὐκέτι ὑπάρχει ἐν τοῖς ζῶσιν καὶ ἤρξατο κλαίειν καὶ θρηνεῖν περὶ τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν

5 οὐαί μοι τέκνον ὅτι ἀφῆκά σε πορευθῆναι τὸ φῶς τῶν ὀφθαλμῶν μου

6 καὶ Τωβιθ ἔλεγεν αὐτῇ σίγα μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνει καὶ μάλα περισπασμὸς αὐτοῖς ἐγένετο ἐκεῖ καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾽ αὐτοῦ πιστός ἐστιν καὶ εἷς τῶν ἀδελφῶν ἡμῶν μὴ λυποῦ περὶ αὐτοῦ ἀδελφή ἤδη παρέσται

7 καὶ εἶπεν αὐτῷ σίγα ἀπ᾽ ἐμοῦ καὶ μή με πλάνα ἀπώλετο τὸ παιδίον μου καὶ ἐκπηδήσασα περιεβλέπετο τὴν ὁδόν ᾗ ᾤχετο ὁ υἱὸς αὐτῆς καθ᾽ ἡμέραν καὶ οὐκ ἐπείθετο οὐδενί καὶ ὅτε ἔδυ ὁ ἥλιος εἰσπορευομένη ἐθρήνει καὶ ἔκλαιεν τὴν νύκτα ὅλην καὶ οὐκ εἶχεν ὕπνον

8 καὶ ὅτε συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου ἃς ὤμοσεν Ραγουηλ ποιῆσαι τῇ θυγατρὶ αὐτοῦ εἰσῆλθεν πρὸς αὐτὸν Τωβιας καὶ εἶπεν ἐξαπόστειλόν με γινώσκω γὰρ ἐγὼ ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐ πιστεύουσιν ὅτι ὄψονταί με ἔτι καὶ νῦν ἀξιῶ σε πάτερ ὅπως ἐξαποστείλῃς με καὶ πορευθῶ πρὸς τὸν πατέρα μου ἤδη ὑπέδειξά σοι ὡς ἀφῆκα αὐτόν

9 καὶ εἶπεν Ραγουηλ τῷ Τωβια μεῖνον παιδίον μεῖνον μετ᾽ ἐμοῦ καὶ ἐγὼ ἀποστέλλω ἀγγέλους πρὸς Τωβιν τὸν πατέρα σου καὶ ὑποδείξουσιν αὐτῷ περὶ σοῦ καὶ εἶπεν αὐτῷ μηδαμῶς ἀξιῶ σε ὅπως ἐξαποστείλῃς με ἐντεῦθεν πρὸς τὸν πατέρα μου

10 καὶ ἀναστὰς Ραγουηλ παρέδωκεν Τωβια Σαρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ πάντων τῶν ὑπαρχόντων αὐτῷ παῖδας καὶ παιδίσκας βόας καὶ πρόβατα ὄνους καὶ καμήλους ἱματισμὸν καὶ ἀργύριον καὶ σκεύη

11 καὶ ἐξαπέστειλεν αὐτοὺς ὑγιαίνοντας καὶ ἠσπάσατο αὐτὸν καὶ εἶπεν αὐτῷ ὑγίαινε παιδίον ὑγιαίνων ὕπαγε ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσαι ὑμᾶς καὶ Σαρραν τὴν γυναῖκά σου καὶ ἴδοιμι ὑμῶν παιδία πρὸ τοῦ ἀποθανεῖν με

12 καὶ εἶπεν Σαρρα τῇ θυγατρὶ αὐτοῦ ὕπαγε πρὸς τὸν πενθερόν σου ὅτι ἀπὸ τοῦ νῦν αὐτοὶ γονεῖς σου ὡς οἱ γεννήσαντές σε βάδιζε εἰς εἰρήνην θύγατερ ἀκούσαιμί σου ἀγαθὴν ἀκοήν ἕως ζῶ καὶ ἀπασπασάμενος ἀπέλυσεν αὐτούς

13 καὶ Εδνα λέγει Τωβια τέκνον καὶ ἄδελφε ἠγαπημένε ἀποκαταστήσαι σε κύριος καὶ ἴδοιμί σου τέκνα ἕως ζῶ καὶ Σαρρας τῆς θυγατρός μου πρὸ τοῦ με ἀποθανεῖν ἐνώπιον τοῦ κυρίου παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παραθήκῃ μὴ λυπήσῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου παιδίον εἰς εἰρήνην ἀπὸ τοῦ νῦν ἐγώ σου μήτηρ καὶ Σαρρα ἀδελφή εὐοδωθείημεν πάντες ἐν τῷ αὐτῷ πάσας τὰς ἡμέρας ἐν τῇ ζωῇ ἡμῶν καὶ κατεφίλησεν ἀμφοτέρους καὶ ἀπέστειλεν ὑγιαίνοντας

14 καὶ ἀπῆλθεν Τωβιας ἀπὸ Ραγουηλ ὑγιαίνων καὶ χαίρων καὶ εὐλογῶν τῷ κυρίῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς τῷ βασιλεῖ τῶν πάντων ὅτι εὐόδωκεν τὴν ὁδὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ εὐοδώθη σοι τιμᾶν αὐτοὺς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν


Next: Tobit S Chapter 11