1 καὶ ἐπὶ Σαχερδονος βασιλέως κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι ἡ γυνή μου Αννα καὶ Τωβιας ὁ υἱός μου καὶ ἐν τῇ πεντηκοστῇ τῇ ἑορτῇ ἡμῶν ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων ἐγενήθη μοι ἄριστον καλόν καὶ ἀνέπεσα τοῦ ἀριστῆσαι
2 καὶ παρετέθη μοι ἡ τράπεζα καὶ παρετέθη μοι ὀψάρια πλείονα καὶ εἶπα τῷ Τωβια τῷ υἱῷ μου παιδίον βάδιζε καὶ ὃν ἂν εὕρῃς πτωχὸν τῶν ἀδελφῶν ἡμῶν ἐκ Νινευητῶν αἰχμαλώτων ὃς μέμνηται ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἄγαγε αὐτὸν καὶ φάγεται κοινῶς μετ᾽ ἐμοῦ καὶ ἰδὲ προσμενῶ σε παιδίον μέχρι τοῦ σε ἐλθεῖν
3 καὶ ἐπορεύθη Τωβιας ζητῆσαί τινα πτωχὸν τῶν ἀδελφῶν ἡμῶν καὶ ἐπιστρέψας λέγει πάτερ καὶ εἶπα αὐτῷ ἰδοὺ ἐγώ παιδίον καὶ ἀποκριθεὶς εἶπεν πάτερ ἰδοὺ εἷς ἐκ τοῦ ἔθνους ἡμῶν πεφόνευται καὶ ἔρριπται ἐν τῇ ἀγορᾷ καὶ αὐτόθι νῦν ἐστραγγάληται
4 καὶ ἀναπηδήσας ἀφῆκα τὸ ἄριστον πρὶν ἢ γεύσασθαί με αὐτοῦ καὶ ἀναιροῦμαι αὐτὸν ἐκ τῆς πλατείας καὶ εἰς ἓν τῶν οἰκιδίων ἔθηκα μέχρι τοῦ τὸν ἥλιον δύειν καὶ θάψω αὐτόν
5 ἐπιστρέψας οὖν ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μετὰ πένθους
6 καὶ ἐμνήσθην τοῦ ῥήματος τοῦ προφήτου ὅσα ἐλάλησεν Αμως ἐπὶ Βαιθηλ λέγων στραφήσονται ὑμῶν αἱ ἑορταὶ εἰς πένθος καὶ πᾶσαι αἱ ᾠδαὶ ὑμῶν εἰς θρῆνος καὶ ἔκλαυσα
7 καὶ ὅτε ἔδυ ὁ ἥλιος ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν
8 καὶ οἱ πλησίον μου κατεγέλων λέγοντες οὐ φοβεῖται οὐκέτι ἤδη γὰρ ἐπεζητήθη τοῦ φονευθῆναι περὶ τοῦ πράγματος τούτου καὶ ἀπέδρα καὶ πάλιν ἰδοὺ θάπτει τοὺς νεκρούς
9 καὶ αὐτῇ τῇ νυκτὶ ἐλουσάμην καὶ εἰσῆλθον εἰς τὴν αὐλήν μου καὶ ἐκοιμήθην παρὰ τὸν τοῖχον τῆς αὐλῆς καὶ τὸ πρόσωπόν μου ἀνακεκαλυμμένον διὰ τὸ καῦμα
10 καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐπάνω μού εἰσιν καὶ ἐκάθισεν τὸ ἀφόδευμα αὐτῶν εἰς τοὺς ὀφθαλμούς μου θερμὸν καὶ ἐπήγαγεν λευκώματα καὶ ἐπορευόμην πρὸς τοὺς ἰατροὺς θεραπευθῆναι καὶ ὅσῳ ἐνεχρίοσάν με τὰ φάρμακα τοσούτῳ μᾶλλον ἐξετυφλοῦντο οἱ ὀφθαλμοί μου τοῖς λευκώμασιν μέχρι τοῦ ἀποτυφλωθῆναι καὶ ἤμην ἀδύνατος τοῖς ὀφθαλμοῖς ἔτη τέσσαρα καὶ πάντες οἱ ἀδελφοί μου ἐλυποῦντο περὶ ἐμοῦ καὶ Αχιαχαρος ἔτρεφέν με ἔτη δύο πρὸ τοῦ αὐτὸν βαδίσαι εἰς τὴν Ἐλυμαΐδα
11 καὶ ἐν τῷ χρόνῳ ἐκείνῳ Αννα ἡ γυνή μου ἠριθεύετο ἐν τοῖς ἔργοις τοῖς γυναικείοις
12 καὶ ἀπέστελλε τοῖς κυρίοις αὐτῶν καὶ ἀπεδίδουν αὐτῇ τὸν μισθόν καὶ ἐν τῇ ἑβδόμῃ τοῦ Δύστρου ἐξέτεμε τὸν ἱστὸν καὶ ἀπέστειλεν αὐτὸν τοῖς κυρίοις καὶ ἔδωκαν αὐτῇ τὸν μισθὸν πάντα καὶ ἔδωκαν αὐτῇ ἐφ᾽ ἑστίᾳ ἔριφον ἐξ αἰγῶν
13 καὶ ὅτε εἰσῆλθεν πρός με ὁ ἔριφος ἤρξατο κράζειν καὶ ἐκάλεσα αὐτὴν καὶ εἶπα πόθεν τὸ ἐρίφιον τοῦτο μήποτε κλεψιμαῖόν ἐστιν ἀπόδος αὐτὸ τοῖς κυρίοις αὐτοῦ οὐ γὰρ ἐξουσίαν ἔχομεν ἡμεῖς φαγεῖν οὐδὲν κλεψιμαῖον
14 καὶ λέγει μοι αὐτή δόσει δέδοταί μοι ἐπὶ τῷ μισθῷ καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδοῦναι τοῖς κυρίοις καὶ προσηρυθρίων χάριν τούτου πρὸς αὐτήν εἶτα ἀποκριθεῖσα λέγει μοι καὶ ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου ποῦ εἰσιν αἱ δικαιοσύναι σου ἰδὲ ταῦτα μετὰ σοῦ γνωστά ἐστιν