Sacred Texts  Bible  Index 
Tobias Index
  Previous  Next 

Tobias 7


1 And when they were come to Ecbatane, they came to the house of Raguel, and Sara met them: and after they had saluted one another, she brought them into the house.

2 Then said Raguel to Edna his wife, How like is this young man to Tobit my cousin!

3 And Raguel asked them, From whence are ye, brethren? To whom they said, We are of the sons of Nephthalim, which are captives in Nineve.

4 Then he said to them, Do ye know Tobit our kinsman? And they said, We know him. Then said he, Is he in good health?

5 And they said, He is both alive, and in good health: and Tobias said, He is my father.

6 Then Raguel leaped up, and kissed him, and wept,

7 And blessed him, and said unto him, Thou art the son of an honest and good man. But when he had heard that Tobit was blind, he was sorrowful, and wept.

8 And likewise Edna his wife and Sara his daughter wept. Moreover they entertained them cheerfully; and after that they had killed a ram of the flock, they set store of meat on the table. Then said Tobias to Raphael, Brother Azarias, speak of those things of which thou didst talk in the way, and let this business be dispatched.

9 So he communicated the matter with Raguel: and Raguel said to Tobias, Eat and drink, and make merry:

10 For it is meet that thou shouldest marry my daughter: nevertheless I will declare unto thee the truth.

11 I have given my daughter in marriage te seven men, who died that night they came in unto her: nevertheless for the present be merry. But Tobias said, I will eat nothing here, till we agree and swear one to another.

12 Raguel said, Then take her from henceforth according to the manner, for thou art her cousin, and she is thine, and the merciful God give you good success in all things.

13 Then he called his daughter Sara, and she came to her father, and he took her by the hand, and gave her to be wife to Tobias, saying, Behold, take her after the law of Moses, and lead her away to thy father. And he blessed them;

14 And called Edna his wife, and took paper, and did write an instrument of covenants, and sealed it.

15 Then they began to eat.

16 After Raguel called his wife Edna, and said unto her, Sister, prepare another chamber, and bring her in thither.

17 Which when she had done as he had bidden her, she brought her thither: and she wept, and she received the tears of her daughter, and said unto her,

18 Be of good comfort, my daughter; the Lord of heaven and earth give thee joy for this thy sorrow: be of good comfort, my daughter.


1 καὶ ἦλθον εἰς Ἐκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ραγουηλ Σαρρα δὲ ὑπήντησεν αὐτοῖς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν

2 καὶ εἶπεν Ραγουηλ Εδνα τῇ γυναικὶ αὐτοῦ ὡς ὅμοιος ὁ νεανίσκος Τωβιτ τῷ ἀνεψιῷ μου

3 καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ πόθεν ἐστέ ἀδελφοί καὶ εἶπαν αὐτῷ ἐκ τῶν υἱῶν Νεφθαλι τῶν αἰχμαλώτων ἐν Νινευη

4 καὶ εἶπεν αὐτοῖς γινώσκετε Τωβιτ τὸν ἀδελφὸν ἡμῶν οἱ δὲ εἶπαν γινώσκομεν

5 καὶ εἶπεν αὐτοῖς ὑγιαίνει οἱ δὲ εἶπαν καὶ ζῇ καὶ ὑγιαίνει καὶ εἶπεν Τωβιας πατήρ μού ἐστιν

6 καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐλυπήθη καὶ ἔκλαυσεν

7 καὶ Εδνα ἡ γυνὴ αὐτοῦ καὶ Σαρρα ἡ θυγάτηρ αὐτοῦ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως

8 καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα

9 εἶπεν δὲ Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ καὶ τελεσθήτω τὸ πρᾶγμα

10 καὶ μετέδωκεν τὸν λόγον τῷ Ραγουηλ καὶ εἶπεν Ραγουηλ πρὸς Τωβιαν φάγε καὶ πίε καὶ ἡδέως γίνου σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν πλὴν ὑποδείξω σοι τὴν ἀλήθειαν

11 ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν ἀπεθνῄσκοσαν ὑπὸ τὴν νύκτα ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου

12 καὶ εἶπεν Τωβιας οὐ γεύσομαι οὐδὲν ὧδε ἕως ἂν στήσητε καὶ σταθῆτε πρός με καὶ εἶπεν Ραγουηλ κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν σὺ δὲ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτή σού ἐστιν ὁ δὲ ἐλεήμων θεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα

13 καὶ ἐκάλεσεν Σαρραν τὴν θυγατέρα αὐτοῦ καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν τῷ Τωβια γυναῖκα καὶ εἶπεν ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου καὶ εὐλόγησεν αὐτούς

14 καὶ ἐκάλεσεν Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ λαβὼν βιβλίον ἔγραψεν συγγραφήν καὶ ἐσφραγίσαντο καὶ ἤρξαντο ἐσθίειν

15 καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ ἀδελφή ἑτοίμασον τὸ ἕτερον ταμίειον καὶ εἰσάγαγε αὐτήν

16 καὶ ἐποίησεν ὡς εἶπεν καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ καὶ ἔκλαυσεν καὶ ἀπεδέξατο τὰ δάκρυα τῆς θυγατρὸς αὐτῆς καὶ εἶπεν αὐτῇ

17 θάρσει τέκνον ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δῴη σοι χάριν ἀντὶ τῆς λύπης σου ταύτης θάρσει θύγατερ


1 καὶ ὅτε εἰσῆλθεν εἰς Ἐκβάτανα λέγει αὐτῷ Αζαρια ἄδελφε ἀπάγαγέ με εὐθεῖαν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμῶν καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἶκον Ραγουήλου καὶ εὗρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τῆς αὐλῆς καὶ ἐχαιρέτισαν αὐτὸν πρῶτοι καὶ εἶπεν αὐτοῖς χαίρετε πολλά ἀδελφοί καὶ καλῶς ἤλθατε ὑγιαίνοντες καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ

2 καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ ὡς ὅμοιος ὁ νεανίσκος οὗτος Τωβει τῷ ἀδελφῷ μου

3 καὶ ἠρώτησεν αὐτοὺς Εδνα καὶ εἶπεν αὐτοῖς πόθεν ἐστέ ἀδελφοί καὶ εἶπαν αὐτῇ ἐκ τῶν υἱῶν Νεφθαλιμ ἡμεῖς τῶν αἰχμαλωτισθέντων ἐν Νινευη

4 καὶ εἶπεν αὐτοῖς γινώσκετε Τωβιν τὸν ἀδελφὸν ἡμῶν καὶ εἶπαν αὐτῇ γινώσκομεν ἡμεῖς αὐτόν

5 καὶ εἶπεν αὐτοῖς ὑγιαίνει καὶ εἶπαν αὐτῇ ὑγιαίνει καὶ ζῇ καὶ εἶπεν Τωβιας ὁ πατήρ μού ἐστιν

6 καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσεν καὶ ἐλάλησεν καὶ εἶπεν αὐτῷ εὐλογία σοι γένοιτο παιδίον ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ πατρός ὦ ταλαιπώρων κακῶν ὅτι ἐτυφλώθη ἀνὴρ δίκαιος καὶ ποιῶν ἐλεημοσύνας καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Τωβια τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν

7 καὶ Εδνα ἡ γυνὴ αὐτοῦ ἔκλαυσεν αὐτόν καὶ Σαρρα ἡ θυγάτηρ αὐτῶν ἔκλαυσεν καὶ αὐτή

8 καὶ ἔθυσεν κριὸν ἐκ προβάτων καὶ ὑπεδέξατο αὐτοὺς προθύμως

9 καὶ ὅτε ἐλούσαντο καὶ ἐνίψαντο καὶ ἀνέπεσαν δειπνῆσαι εἶπεν Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε εἰπὸν Ραγουηλ ὅπως δῷ μοι Σαρραν τὴν ἀδελφήν μου

10 καὶ ἤκουσεν Ραγουηλ τὸν λόγον καὶ εἶπεν τῷ παιδί φάγε καὶ πίε καὶ ἡδέως γενοῦ τὴν νύκτα ταύτην οὐ γάρ ἐστιν ἄνθρωπος ᾧ καθήκει λαβεῖν Σαρραν τὴν θυγατέρα μου πλὴν σοῦ ἄδελφε ὡσαύτως δὲ καὶ ἐγὼ οὐκ ἔχω ἐξουσίαν δοῦναι αὐτὴν ἑτέρῳ ἀνδρὶ πλὴν σοῦ ὅτι σὺ ἔγγιστά μου καὶ μάλα τὴν ἀλήθειάν σοι ὑποδείξω παιδίον

11 ἔδωκα αὐτὴν ἑπτὰ ἀνδράσιν τῶν ἀδελφῶν ἡμῶν καὶ πάντες ἀπέθανον τὴν νύκτα ὁπότε εἰσεπορεύοντο πρὸς αὐτήν καὶ νῦν παιδίον φάγε καὶ πίε καὶ κύριος ποιήσει ἐν ὑμῖν

12 καὶ εἶπεν Τωβιας οὐ μὴ φάγω ἐντεῦθεν οὐδὲ μὴ πίω ἕως ἂν διαστήσῃς τὰ πρὸς ἐμέ καὶ εἶπεν αὐτῷ Ραγουηλ ὅτι ποιῶ καὶ αὐτὴ δίδοταί σοι κατὰ τὴν κρίσιν τῆς βίβλου Μωυσέως καὶ ἐκ τοῦ οὐρανοῦ κέκριταί σοι δοθῆναι κομίζου τὴν ἀδελφήν σου ἀπὸ τοῦ νῦν σὺ ἀδελφὸς εἶ αὐτῆς καὶ αὐτὴ ἀδελφή σου δέδοταί σοι ἀπὸ τῆς σήμερον καὶ εἰς τὸν αἰῶνα καὶ ὁ κύριος τοῦ οὐρανοῦ εὐοδώσει ὑμᾶς παιδίον τὴν νύκτα ταύτην καὶ ποιήσαι ἐφ᾽ ὑμᾶς ἔλεος καὶ εἰρήνην

13 καὶ ἐκάλεσεν Ραγουηλ Σαρραν τὴν θυγατέρα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτόν καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν αὐτῷ καὶ εἶπεν κόμισαι κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν τὴν γεγραμμένην ἐν τῇ βίβλῳ Μωυσέως δοῦναί σοι τὴν γυναῖκα ἔχε καὶ ἄπαγε πρὸς τὸν πατέρα σου ὑγιαίνων καὶ ὁ θεὸς τοῦ οὐρανοῦ εὐοδώσαι ὑμῖν εἰρήνην

14 καὶ ἐκάλεσεν τὴν μητέρα αὐτῆς καὶ εἶπεν ἐνεγκεῖν βιβλίον καὶ ἔγραψεν συγγραφὴν βιβλίου συνοικήσεως καὶ ὡς δίδωσιν αὐτὴν αὐτῷ γυναῖκα κατὰ τὴν κρίσιν τοῦ Μωυσέως νόμου ἀπ᾽ ἐκείνου ἤρξαντο φαγεῖν καὶ πιεῖν

15 καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ ἀδελφή ἑτοίμασον τὸ ταμίειον τὸ ἕτερον καὶ εἰσάγαγε αὐτὴν ἐκεῖ

16 καὶ βαδίσασα ἔστρωσεν εἰς τὸ ταμίειον ὡς εἶπεν αὐτῇ καὶ ἤγαγεν αὐτὴν ἐκεῖ καὶ ἔκλαυσεν περὶ αὐτῆς καὶ ἀπεμάξατο τὰ δάκρυα καὶ εἶπεν αὐτῇ

17 θάρσει θύγατερ ὁ κύριος τοῦ οὐρανοῦ δῴη σοι χαρὰν ἀντὶ τῆς λύπης σου θάρσει θύγατερ καὶ ἐξῆλθεν


1 Ingressi sunt autem ad Raguelem, et suscepit eos Raguel cum gaudio.

2 Intuensque Tobiam Raguel, dixit Annæ uxori suæ: Quam similis est juvenis iste consobrino meo!

3 Et cum hæc dixisset, ait: Unde estis juvenes fratres nostri? At illi dixerunt: Ex tribu Nephthali sumus, ex captivitate Ninive.

4 Dixitque illis Raguel: Nostis Tobiam fratrem meum? Qui dixerunt: Novimus.

5 Cumque multa bona loqueretur de eo, dixit angelus ad Raguelem: Tobias, de quo interrogas, pater istius est.

6 Et misit se Raguel, et cum lacrimis osculatus est eum, et plorans supra collum ejus

7 dixit: Benedictio sit tibi, fili mi, quia boni et optimi viri filius es.

8 Et Anna uxor ejus, et Sara ipsorum filia, lacrimatæ sunt.

9 Postquam autem locuti sunt, præcepit Raguel occidi arietem, et parari convivium. Cumque hortaretur eos discumbere ad prandium,

10 Tobias dixit: Hic ego hodie non manducabo neque bibam, nisi prius petitionem meam confirmes, et promittas mihi dare Saram filiam tuam.

11 Quo audito verbo Raguel expavit, sciens quid evenerit illis septem viris qui ingressi sunt ad eam: et timere cœpit ne forte et hunc similiter contingeret. Et cum nutaret, et non daret petenti ullum responsum,

12 dixit ei angelus: Noli timere dare eam isti, quoniam huic timenti Deum debetur conjux filia tua: propterea alius non potuit habere illam.

13 Tunc dixit Raguel: Non dubito quod Deus preces et lacrimas meas in conspectu suo admiserit.

14 Et credo quoniam ideo fecit vos venire ad me, ut ista conjungeretur cognationi suæ secundum legem Moysi: et nunc noli dubium gerere quod tibi eam tradam.

15 Et apprehendens dexteram filiæ suæ, dexteræ Tobiæ tradidit, dicens: Deus Abraham, et Deus Isaac, et Deus Jacob vobiscum sit, et ipse conjungat vos, impleatque benedictionem suam in vobis.

16 Et accepta carta, fecerunt conscriptionem conjugii.

17 Et post hæc epulati sunt, benedicentes Deum.

18 Vocavitque Raguel ad se Annam uxorem suam, et præcepit ei ut præpararet alterum cubiculum.

19 Et introduxit illuc Saram filiam suam, et lacrimata est.

20 Dixitque ei: Forti animo esto, filia mea: Dominus cæli det tibi gaudium pro tædio quod perpessa es.

Next: Tobias 8